Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ μὲν γὰρ μετʼ Ἀγαθοκλέους ὄντες πολὺ μᾶλλον ἐθάρρησαν, οἱ δὲ Δεινοκράτει συναγωνιζόμενοι κατεπλάγησαν καὶ νομίσαντες πλείους εἶναι τοὺς ἀφισταμένους πρὸς φυγὴν ὥρμησαν. εἶθʼ ὁ μὲν Ἀγαθοκλῆς διώξας αὐτοὺς μέχρι τινὸς καὶ τοῦ φονεύειν ἀποσχόμενος διεπέμψατο πρὸς τοὺς ἡττημένους, ἀξιῶν παύσασθαι μὲν τῆς διαφορᾶς, καταπορευθῆναι δʼ εἰς τὰς πατρίδας· εἰληφέναι γὰρ αὐτοὺς πεῖραν τοῦ μηδέποτʼ ἂν δύνασθαι περιγενέσθαι τοὺς φυγάδας

v.5.p.301
ἀγωνιζομένους πρὸς αὐτόν, ὅτε καὶ νῦν πολλαπλασίους ὄντας αὐτοὺς ἡττῆσθαι.

τῶν δὲ φυγάδων οἱ μὲν ἱππεῖς ἅπαντες ἀπὸ τῆς φυγῆς διεσώθησαν εἰς Ἄμβικας χωρίον, τῶν δὲ πεζῶν ἔνιοι μὲν νυκτὸς ἐπιγενομένης διέδρασαν, οἱ δὲ πλείους καταλαβόμενοι λόφον καὶ τὴν μὲν ἐκ τοῦ διαγωνίζεσθαι νίκην ἀπελπίσαντες, ἐπιθυμοῦντες δὲ συγγενῶν καὶ φίλων καὶ πατρίδος καὶ τῶν ἐν ταύτῃ καλῶν διελύσαντο πρὸς Ἀγαθοκλέα.

λαβόντων οὖν αὐτῶν πίστεις καὶ καταβάντων ἀπό τινος ἐρυμνοῦ λόφου τὰ μὲν ὅπλα παρείλετο, τὴν δὲ δύναμιν περιστήσας ἅπαντας κατηκόντισεν, ὄντας περὶ ἑπτακισχιλίους, ὡς Τίμαιός φησιν, ὡς δʼ ἔνιοι γράφουσιν, εἰς τετρακισχιλίους·

ἀεὶ γὰρ ὁ τύραννος οὗτος πίστεως μὲν καὶ τῶν ὅρκων κατεφρόνει, τὴν δʼ ἰδίαν ἰσχὺν οὐκ ἐκ τῆς περὶ αὐτὸν δυνάμεως, ἀλλʼ ἐκ τῆς τῶν ὑποτεταγμένων ἀσθενείας περιεποιεῖτο, πλεῖον δεδοικὼς τοὺς συμμάχους ἢ τοὺς πολεμίους.