Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἡ πόλις ἡ τῶν Ῥοδίων ἰσχύουσα

v.5.p.289
ναυτικαῖς δυνάμεσι καὶ πολιτευομένη κάλλιστα τῶν Ἑλλήνων περιμάχητος τοῖς δυνάσταις καὶ βασιλεῦσιν ἦν, ἑκάστου σπεύδοντος εἰς τὴν αὐτοῦ φιλίαν προσλαμβάνεσθαι. προορωμένη δὲ πόρρωθεν τὸ συμφέρον καὶ πρὸς ἅπαντας κατʼ ἰδίαν συντιθεμένη τὴν φιλίαν τῶν πρὸς ἀλλήλους τοῖς δυνάσταις πολέμων οὐ μετεῖχεν.

διόπερ συνέβαινεν αὐτὴν τιμᾶσθαι μὲν ὑφʼ ἑκάστου βασιλικαῖς δωρεαῖς, ἄγουσαν δὲ πολὺν χρόνον εἰρήνην μεγάλην ἐπίδοσιν λαβεῖν πρὸς αὔξησιν· ἐπὶ τοσοῦτον γὰρ προεληλύθει δυνάμεως ὥσθʼ ὑπὲρ μὲν τῶν Ἑλλήνων ἰδίᾳ τὸν πρὸς τοὺς πειρατὰς πόλεμον ἐπαναιρεῖσθαι καὶ καθαρὰν παρέχεσθαι τῶν κακούργων τὴν θάλατταν, τὸν δὲ πλεῖστον ἰσχύσαντα τῶν μνημονευομένων Ἀλέξανδρον προτιμήσαντʼ αὐτὴν μάλιστα τῶν πόλεων καὶ τὴν ὑπὲρ ὅλης τῆς βασιλείας διαθήκην ἐκεῖ θέσθαι καὶ τἄλλα θαυμάζειν καὶ προάγειν εἰς ὑπεροχήν.

οἱ δʼ οὖν Ῥόδιοι πρὸς πάντας τοὺς δυνάστας συντεθειμένοι τὴν φιλίαν διετήρουν μὲν ἑαυτοὺς ἐκτὸς ἐγκλήματος δικαίου, ταῖς δʼ εὐνοίαις ἔρεπον μάλιστα πρὸς Πτολεμαῖον· συνέβαινε γὰρ αὐτοῖς τῶν τε προσόδων τὰς πλείστας εἶναι διὰ τοὺς εἰς Αἴγυπτον πλέοντας ἐμπόρους καὶ τὸ σύνολον τρέφεσθαι τὴν πόλιν ἀπὸ ταύτης τῆς βασιλείας.

ὃ δὴ συνορῶν ὁ Ἀντίγονος καὶ σπεύδων αὐτοὺς ἀποσπάσαι τῆς πρὸς ἐκεῖνον ἐπιπλοκῆς τὸ μὲν πρῶτον πρεσβευτὰς ἀπέστειλε καθʼ ὃν καιρὸν ὑπὲρ τῆς Κύπρου διεπολέμει πρὸς Πτολεμαῖον, ἀξιῶν αὐτῷ συμμαχεῖν καὶ ναῦς συναποστεῖλαι

v.5.p.290
τῷ Δημητρίῳ·

οὐ προσεχόντων δʼ αὐτῶν ἀπέστειλέ τινα τῶν στρατηγῶν μετὰ νεῶν, συντάξας τοὺς πλέοντας εἰς Αἴγυπτον ἐκ τῆς Ῥόδου κατάγειν καὶ περιαιρεῖσθαι τὰ φορτία. τούτου δʼ ἐκβληθέντος ὑπὸ τῶν Ῥοδίων φήσας αὐτοὺς ἀδίκου κατῆρχθαι πολέμου διηπειλήσατο πολιορκήσειν δυνάμεσιν ἁδραῖς τὴν πόλιν. οἱ δὲ Ῥόδιοι τὸ μὲν πρῶτον ἐψηφίσαντο μεγάλας αὐτῷ τιμὰς καὶ πέμψαντες πρέσβεις ἠξίουν μὴ βιάσασθαι τὴν πόλιν προπεσεῖν παρὰ τὰς συνθήκας εἰς τὸν πόλεμον πρὸς Πτολεμαῖον.

τραχύτερον δὲ τοῦ βασιλέως ἀπαντῶντος καὶ τὸν υἱὸν Δημήτριον ἐκπέμψαντος μετὰ δυνάμεως καὶ πολιορκητικῶν ὀργάνων φοβηθέντες τὴν ὑπεροχὴν τοῦ βασιλέως τὸ μὲν πρῶτον ἀπέστειλαν πρὸς τὸν Δημήτριον, φήσαντες συμπολεμήσειν Ἀντιγόνῳ πρὸς Πτολεμαῖον· ὡς δʼ ἐκεῖνος ὁμήρους ἑκατὸν ᾔτει τοὺς ἐπιφανεστάτους καὶ τοῖς λιμέσι δέχεσθαι τὸν στόλον προσέταττεν, ὑπολαβόντες ἐπιβουλεύειν αὐτὸν τῇ πόλει, τὰ πρὸς πόλεμον παρεσκευάζοντο.