Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

Ἀγαθοκλῆς δʼ ἐπʼ οὐδενὶ τούτων μετεωρισθεὶς οὐδὲ τὰς ἀνθρωπίνας ἐλπίδας ἐξελέγξας τῇ πείρᾳ τηλικαύτην ἀρχὴν ἔκδοτον πεποίηται ταῖς ὁμολογίαις. ταύτας δʼ ἀσυντελέστους συνέβη γενέσθαι τῇ μὲν Ἀγαθοκλέους προαιρέσει κυρωθείσας, διὰ δὲ τὴν Δεινοκράτους πλεονεξίαν μὴ προσδεχθείσας.

οὗτος γὰρ μοναρχίας ὢν ἐπιθυμητὴς τῆς μὲν ἐν ταῖς Συρακούσσαις δημοκρατίας ἀλλότριος ἦν, τῇ δὲ ἡγεμονίᾳ τῇ τότε οὔσῃ περὶ αὐτὸν εὐαρεστεῖτο· ἀφηγεῖτο γὰρ πεζῶν μὲν πλειόνων ἢ δισμυρίων, ἱππέων δὲ τρισχιλίων, πόλεων δὲ πολλῶν καὶ μεγάλων, ὥστε αὐτὸν μὲν καλεῖσθαι τῶν φυγάδων στρατηγόν, τῇ δʼ ἀληθείᾳ βασιλικὴν ἔχειν ὑπεροχήν, τῆς ἐξουσίας οὔσης περὶ αὐτὸν αὐτοκράτορος.

εἰ κατέλθοι δʼ εἰς τὰς Συρακούσσας, πάντως ἀναγκαῖον ἂν ἦν ἰδιώτην ὑπάρχειν καὶ ἕνα τῶν πολλῶν ἀριθμεῖσθαι, τῆς αὐτονομίας ἀγαπώσης τὴν ἰσότητα, ἔν τε ταῖς χειροτονίαις ὑπὸ τοῦ τυχόντος δημαγωγοῦ παρευημερεῖσθαι, τοῦ πλήθους ἀντικειμένου ταῖς ὑπεροχαῖς τῶν ἀνδρῶν τῶν ἀγόντων παρρησίαν. διόπερ Ἀγαθοκλῆς μὲν δικαίως ἂν λέγοιτο λελοιπέναι

v.5.p.287
τὴν τῆς τυραννίδος τάξιν, Δεινοκράτης δʼ αἴτιος εἶναι νομίζοιτο τῶν ὕστερον τῷ δυνάστῃ κατορθωθέντων.