Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

καὶ κομισθεὶς εἰς Λιβύην κατέλαβε τὸ στρατόπεδον ἐν ἀθυμίᾳ καὶ σπάνει πολλῇ· διόπερ κρίνων συμφέρειν διαγωνίζεσθαι παρεκάλεσε τοὺς στρατιώτας εἰς τὸν κίνδυνον καὶ προαγαγὼν τὴν δύναμιν ἐκτεταγμένην προεκαλεῖτο τοὺς βαρβάρους εἰς μάχην.

εἶχε δὲ πεζοὺς μὲν τοὺς ἅπαντας ὑπολειπομένους Ἕλληνας ἑξακισχιλίους, Κελτοὺς δὲ καὶ Σαυνίτας

v.5.p.269
καὶ Τυρρηνοὺς τούτων οὐκ ἐλάττους, Λίβυας δὲ μικρὸν ἀπολείποντας τῶν μυρίων, οὓς ἐφέδρους εἶναι συνέβαινε, συμμεταβαλλομένους ἀεὶ τοῖς καιροῖς·

χωρὶς δὲ τούτων ἠκολούθουν ἱππεῖς χίλιοι πεντακόσιοι, ζεύγη δὲ Λιβύων πλείω τῶν ἑξακισχιλίων. οἱ δὲ Καρχηδόνιοι κατεστρατοπεδευκότες ἐπὶ τῶν ὑπερδεξίων καὶ δυσπροσίτων διακινδυνεύειν μὲν πρὸς ἀνθρώπους ἀπογινώσκοντας τὴν σωτηρίαν οὐκ ἔκρινον, μένοντες δʼ ἐν τῇ παρεμβολῇ καὶ πάντων εὐποροῦντες τῇ σπάνει καὶ τῷ χρόνῳ καταπολεμήσειν τοὺς ἐναντίους ἤλπιζον.

ὁ δʼ Ἀγαθοκλῆς οὐ δυνάμενος μὲν αὐτοὺς εἰς τὰ πεδία προάγεσθαι, τῶν δὲ καιρῶν ἀναγκαζόντων τολμᾶν τι καὶ παραβάλλεσθαι τὴν δύναμιν ἤγαγεν ἐπὶ τὴν τῶν βαρβάρων στρατοπεδείαν. ἐπεξελθόντων οὖν τῶν Καρχηδονίων καὶ πολὺ τῷ πλήθει καὶ ταῖς δυσχωρίαις ὑπερεχόντων ἐπὶ μέν τινα χρόνον οἱ περὶ τὸν Ἀγαθοκλέα διεκαρτέρουν πάντοθεν ἐκθλιβόμενοι, μετὰ δὲ ταῦτʼ ἐνδόντων τῶν μισθοφόρων καὶ τῶν ἄλλων ἠναγκάσθησαν ἀναχωρῆσαι πρὸς τὴν στρατοπεδείαν.

οἱ δὲ βάρβαροι βαρέως ἐπικείμενοι τοὺς μὲν Λίβυας παρήλλαττον οὐδὲν ἐνοχλοῦντες, ἵνα τὴν εὔνοιαν αὐτῶν ἐκκαλέσωνται, τοὺς δʼ Ἕλληνας καὶ μισθοφόρους γνωρίζοντες διὰ τῶν ὅπλων ἐφόνευον, μέχρις ὅτου συνεδίωξαν εἰς τὴν παρεμβολήν. τότε μὲν οὖν ἀνῃρέθησαν Ἀγαθοκλέους εἰς τρισχιλίους· κατὰ δὲ τὴν ἐπιοῦσαν νύκτα τὰς δυνάμεις

v.5.p.270
ἀμφοτέρας συνέβη περιπεσεῖν παραλόγῳ τινὶ συμφορᾷ καὶ πᾶσιν ἀνελπίστῳ.

τῶν γὰρ Καρχηδονίων μετὰ τὴν νίκην τοὺς καλλίστους τῶν αἰχμαλώτων θυόντων χαριστήρια νυκτὸς τοῖς θεοῖς καὶ πολλοῦ πυρὸς τοὺς ἱεροκαυτουμένους ἄνδρας κατέχοντος ἐξαίφνης πνεύματος ἐπιπεσόντος συνέβη τὴν ἱερὰν σκηνὴν ἀναφθῆναι, πλησίον οὖσαν τοῦ βωμοῦ, ἀπὸ δὲ ταύτης τὴν στρατηγικὴν καὶ κατὰ τὸ συνεχὲς οὔσας τὰς τῶν ἡγεμόνων, ὥστε πολλὴν ἔκπληξιν γενέσθαι καὶ φόβον κατὰ πᾶν τὸ στρατόπεδον. τινὲς μὲν γὰρ τὸ πῦρ ἐπιχειροῦντες σβέσαι, τινὲς δὲ τὰς πανοπλίας καὶ τὰ πολυτελέστατα τῶν παρεσκευασμένων ἐκκομίζοντες ὑπὸ τῆς φλογὸς ἀπελαμβάνοντο· τῶν γὰρ σκηνῶν ἐκ καλάμου καὶ χόρτου συγκειμένων καὶ τοῦ πυρὸς ὑπὸ τοῦ πνεύματος βιαιότερον ἐκριπισθέντος ἡ παρὰ τῶν στρατιωτῶν βοήθεια κατεταχεῖτο.

διὸ καὶ τῆς παρεμβολῆς ταχὺ πάσης φλεγομένης πολλοὶ μὲν ἐν στεναῖς ταῖς διόδοις ἀποληφθέντες ζῶντες κατεκαύθησαν καὶ τῆς εἰς τοὺς αἰχμαλώτους ὠμότητος παραχρῆμα τὴν κόλασιν ὑπέσχον, αὐτῆς τῆς ἀσεβείας ἴσην τὴν τιμωρίαν πορισαμένης· τοῖς δʼ ἐκ τῆς παρεμβολῆς ἐκπίπτουσι μετὰ θορύβου καὶ κραυγῆς ἕτερος μείζων ἐπηκολούθησε κίνδυνος.