Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Λυσίμαχος μὲν ἐν Χερρονήσῳ πόλιν ἔκτισεν ἀφʼ ἑαυτοῦ Λυσιμαχίαν καλέσας. Κλεομένης δʼ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐτελεύτησεν ἄρξας ἔτη ἑξήκοντα καὶ μῆνας δέκα, τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ Ἀρέτα υἱὸς ἦρξεν ἔτη τέσσαρα πρὸς τοῖς τεσσαράκοντα.

περὶ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀμίλκας ὁ τῶν ἐν Σικελίᾳ δυνάμεων στρατηγὸς τὰ λοιπὰ τῶν χωρίων χειρωσάμενος προῆγεν μετὰ τῆς δυνάμεως ἐπὶ τὰς Συρακούσσας, ὡς καὶ ταύτας αἱρήσων κατὰ κράτος.

τὴν μὲν οὖν σιτοπομπείαν διεκώλυε πολὺν ἤδη χρόνον θαλασσοκρατῶν, τοὺς δʼ ἐπὶ τῆς χώρας καρποὺς καταφθείρας ἐπεβάλετο καταλαβέσθαι τοὺς περὶ τὸ Ὀλύμπιον τόπους, κειμένους μὲν πρὸ τῆς πόλεως· εὐθὺς δὲ καὶ προσβάλλειν ἐξ ἐφόδου τοῖς τείχεσι διεγνώκει, τοῦ μάντεως εἰρηκότος αὐτῷ κατὰ τὴν ἐπίσκεψιν τῶν ἱερῶν ὅτι τῇ μετὰ ταύτην ἡμέρᾳ πάντως

v.5.p.214
ἐν Συρακούσσαις δειπνήσει.

οἱ δʼ ἐκ τῆς πόλεως αἰσθόμενοι τὴν ἐπίνοιαν τῶν πολεμίων ἐξέπεμψαν τῶν μὲν πεζῶν νυκτὸς περὶ τρισχιλίους καὶ τῶν ἱππέων περὶ τετρακοσίους, προστάξαντες καταλαβέσθαι τὸν Εὐρύηλον.