Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἐπιστρατεύσαντος δὲ τοῦ Πρυτάνιδος μάχῃ τε ἐνίκησε τὸν ἀδελφὸν καὶ συγκλείσας εἰς τὸν ἰσθμὸν τὸν πλησίον τῆς Μαιώτιδος λίμνης συνηνάγκασεν ὁμολογίας θέσθαι, καθʼ ἃς τούς τε στρατιώτας παρέδωκε καὶ τῆς βασιλείας ἐκχωρεῖν ὡμολόγησεν. ὡς δὲ παρεγένετο εἰς Παντικάπαιον, ἐν ᾧ τὸ βασίλειον ἦν ἀεὶ τῶν ἐν Βοσπόρῳ βασιλευσάντων, ἐπεχείρησε μὲν πάλιν ἀνακτᾶσθαι τὴν βασιλείαν, κατισχυθεὶς δὲ καὶ φυγὼν εἰς τοὺς καλουμένους Κήπους ἀνῃρέθη.

Εὔμηλος δὲ μετὰ τὸν τῶν ἀδελφῶν θάνατον βουλόμενος ἀσφαλῶς θέσθαι τὰ κατὰ τὴν ἀρχὴν ἀνεῖλε τούς τε φίλους τῶν περὶ τὸν Σάτυρον καὶ Πρύτανιν, ἔτι δὲ τὰς γυναῖκας καὶ τὰ τέκνα. μόνος δὲ διέφυγεν αὐτὸν ὁ παῖς ὁ Σατύρου Παρυσάδης, νέος ὢν παντελῶς τὴν ἡλικίαν· ἐξιππεύσας γὰρ ἐκ τῆς πόλεως κατέφυγε πρὸς Ἄγαρον τὸν βασιλέα τῶν Σκυδῶν.

ἀγανακτούντων δὲ τῶν πολιτῶν ἐπὶ τῷ φόνῳ τῶν οἰκείων συναγαγὼν εἰς ἐκκλησίαν τὰ πλήθη περί τε τούτων ἀπελογήσατο καὶ τὴν πάτριον πολιτείαν ἀποκατέστησεν. συνεχώρησε δὲ καὶ τὴν ἀτέλειαν ἔχειν τὴν ἐπὶ τῶν προγόνων οὖσαν τοῖς Παντικάπαιον οἰκοῦσι. προσεπηγγείλατο δὲ καὶ τῶν εἰσφορῶν ἅπαντας ἀφήσειν καὶ πολλὰ διελέχθη δημαγωγῶν τὰ πλήθη.

ταχὺ δὲ πάντων εἰς τὴν προϋπάρχουσαν εὔνοιαν ἀποκαταστάντων διὰ τὰς εὐεργεσίας τὸ λοιπὸν ἐβασίλευεν

v.5.p.208
ἄρχων νομίμως τῶν ὑποτεταγμένων καὶ διὰ τὴν ἀρετὴν οὐ μετρίως θαυμαζόμενος.