Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ἅμα δὲ τούτοις πραττομένοις Πολυπέρχων περὶ Πελοπόννησον διατρίβων καὶ Κασάνδρῳ μὲν ἐγκαλῶν, τῆς δὲ Μακεδόνων ἡγεμονίας πάλαι ὀρεγόμενος ἐκ

v.5.p.201
Περγάμου μετεπέμψατο τὸν ἐκ Βαρσίνης Ἡρακλέα, ὃς ἦν Ἀλεξάνδρου μὲν υἱός, τρεφόμενος δὲ ἐν Περγάμῳ, τὴν δʼ ἡλικίαν περὶ ἑπτακαίδεκα ἔτη γεγονώς.

ὁ δʼ οὖν Πολυπέρχων διαπέμπων πολλαχοῦ πρὸς τοὺς ἰδιοξένους καὶ τοὺς ἀλλοτρίως διακειμένους πρὸς Κάσανδρον ἠξίου κατάγειν τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν.

ἔγραψε δὲ καὶ πρὸς τὸ κοινὸν τῶν Αἰτωλῶν, ἀξιῶν δίοδόν τε δοῦναι καὶ συστρατεύειν, ἐπαγγελλόμενος πολλαπλασίους χάριτας ἀποδώσειν, ἐὰν συγκατάγωσι τὸ μειράκιον ἐπὶ τὴν πατρῴαν βασιλείαν. τῶν δὲ πραγμάτων αὐτῷ κατὰ νοῦν γενομένων, προθύμως θʼ ὑπακουόντων τῶν Αἰτωλῶν καὶ πολλῶν ἄλλων συντρεχόντων ἐπὶ τὴν κάθοδον τοῦ βασιλέως οἱ σύμπαντες ἠθροίσθησαν πεζοὶ μὲν ὑπὲρ τοὺς δισμυρίους, ἱππεῖς δʼ οὐκ ἐλάττους χιλίων.

καὶ Πολυπέρχων μὲν περὶ τὰς εἰς τὸν πόλεμον παρασκευὰς γινόμενος χρήματά τε συνῆγε καὶ πρὸς τοὺς οἰκείως ἔχοντας τῶν Μακεδόνων διαπεμπόμενος ἠξίου συνεργεῖν.

Πτολεμαῖος δὲ τῶν ἐν Κύπρῳ πόλεων κυριεύων, ἐπειδή τινων ἐπύθετο Νικοκλέα τὸν βασιλέα τῶν Παφίων ἐν ἀπορρήτοις ἰδίᾳ πρὸς Ἀντίγονον συντεθεῖσθαι φιλίαν,

v.5.p.202
ἔπεμψε τῶν φίλων Ἀργαῖον καὶ Καλλικράτην, προστάξας αὐτοῖς ἀνελεῖν τὸν Νικοκλέα· πάνυ γὰρ εὐλαβεῖτο μὴ καὶ τῶν ἄλλων τινὲς ὁρμήσωσι πρὸς μεταβολήν, ὁρῶντες ἀθῴους γεγονότας τοὺς πρότερον ἀφεστηκότας. οὗτοι μὲν οὖν πλεύσαντες εἰς τὴν νῆσον καὶ παρὰ Μενελάου τοῦ στρατηγοῦ στρατιώτας λαβόντες περιέστησαν τὴν οἰκίαν τοῦ Νικοκλέους καὶ τὰ δόξαντα τῷ βασιλεῖ δηλώσαντες προσέταξαν ἑαυτὸν ἀπαλλάξαι τοῦ ζῆν.