Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
τὸν μὲν οὖν Στρόμβιχον τὸν ὑπὸ Πολυπέρχοντος καθεσταμένον φρούραρχον καὶ τῶν ἄλλων τῶν ἀλλοτρίως διατεθέντων πρὸς αὐτὸν εἰς ὀγδοήκοντα πρὸ τῆς πόλεως ἀνεσταύρωσε, τῶν δʼ ἄλλων μισθοφόρων ἑλὼν εἰς δισχιλίους κατέμιξε τοῖς ἰδίοις στρατιώταις.
μετὰ δὲ τὴν ἅλωσιν ταύτης τῆς πόλεως οἱ σύνεγγυς τὰ φρούρια κατέχοντες, ὑπολαμβάνοντες ἀδύνατον ὑπάρχειν τὸ διαφυγεῖν τὴν βίαν τοῦ βασιλέως, παρέδωκαν αὐτῷ τὰ χωρία. ὁμοίως δὲ τούτοις καὶ οἱ τὰς πόλεις φρουροῦντες, τῶν μὲν περὶ Κάσανδρον καὶ Πρεπέλαον καὶ Πολυπέρχοντα μὴ βοηθούντων, τοῦ δὲ Δημητρίου μετὰ μεγάλης δυνάμεως καὶ μηχανῶν ὑπεραγουσῶν προσιόντος, ἑκουσίως ἐξεχώρουν. καὶ τὰ μὲν περὶ Δημήτριον ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Ἰταλίαν Ταραντῖνοι πόλεμον ἔχοντες πρὸς Δευκανοὺς καὶ Ῥωμαίους ἐξέπεμψαν πρεσβευτὰς εἰς τὴν Σπάρτην, αἰτούμενοι βοήθειαν καὶ στρατηγὸν Κλεώνυμον.