Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

ὁ δὲ Δημήτριος διοικήσας τὰ περὶ τοὺς Σικυωνίους ἀνέζευξε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ τὴν Κόρινθον, ἣν ἐφρούρει Πρεπέλαος Κασάνδρου στρατηγός. τὸ μὲν οὖν πρῶτον νυκτὸς ὑπό τινων πολιτῶν εἰσαχθεὶς διά τινος πυλίδος ἐκράτησε τῆς πόλεως καὶ τῶν λιμένων.

τῶν δὲ φρουρῶν καταφυγόντων τῶν μὲν εἰς τὸ καλούμενον Σισύφιον, τῶν δʼ εἰς τὸν Ἀκροκόρινθον προσαγαγὼν μηχανὰς τοῖς ὀχυρώμασι καὶ πολλὰ κακοπαθήσας εἷλε τὸ Σισύφιον κατὰ κράτος. εἶτα τῶν ἐνταῦθα συμφυγόντων πρὸς τοὺς κατειληφότας τὸν Ἀκροκόρινθον καὶ τούτους καταπληξάμενος ἠνάγκασε παραδοῦναι τὴν ἄκραν·

σφόδρα γὰρ ἦν ἀνυπόστατος οὗτος ὁ βασιλεὺς ἐν ταῖς προσβολαῖς, εὐμήχανος ὑπάρχων περὶ τὴν κατασκευὴν τῶν πολιορκητικῶν ἔργων. οὐ μὴν ἀλλὰ τοὺς Κορινθίους ἐλευθερώσας παρεισήγαγε φυλακὴν εἰς τὸν Ἀκροκόρινθον, βουλομένων τῶν πολιτῶν διὰ τοῦ βασιλέως τηρεῖσθαι τὴν πόλιν μέχρι ἂν ὁ πρὸς Κάσανδρον καταλυθῇ πόλεμος.

καὶ Πρεπέλαος μὲν αἰσχρῶς ἐκπεσὼν ἐκ τῆς Κορίνθου πρὸς Κάσανδρον ἀπεχώρησεν, Δημήτριος δὲ παρελθὼν εἰς τὴν Ἀχαΐαν Βοῦραν μὲν κατὰ κράτος εἷλε καὶ τοῖς πολίταις ἀπέδωκε τὴν αὐτονομίαν, Σκύρον δʼ ἐν ὀλίγαις ἡμέραις παραλαβὼν ἐξέβαλε τὴν φρουράν.