Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
ὅτε δὴ πολλοῖς ἔδοξε θεῖον εἶναι τὸ ῥηθησόμενον, τῆς παρανομίας τυχούσης ἐπισημασίας παρὰ τοῦ δαιμονίου. ἀξιούντων γὰρ τῶν Λιπαραίων εἰς τὰ προσελλείποντα τῶν χρημάτων δοῦναι χρόνον καὶ λεγόντων μηδέποτε τοῖς ἱεροῖς ἀναθήμασι κατακεχρῆσθαι, ὁ Ἀγαθοκλῆς
διόπερ ἔδοξε πολλοῖς ὁ μὲν λεγόμενος περὶ τοὺς τόπους ἐκείνους εἶναι κύριος τῶν ἀνέμων εὐθὺς κατὰ τὸν πρῶτον πλοῦν λαβεῖν παρʼ αὐτοῦ τιμωρίαν, ὁ δὲ Ἥφαιστος ἐπὶ τῆς τελευτῆς, οἰκείως τῆς ἀσεβείας κολάσας τὸν τύραννον ἐν τῇ πατρίδι, συνωνύμως ἐπὶ θερμοῖς τοῖς ἄνθραξι κατακαύσας ζῶντα· τῆς γὰρ αὐτῆς προαιρέσεως ἦν καὶ δικαιοσύνης τὸ τῶν περὶ τὴν Αἴτνην σωζόντων τοὺς ἑαυτῶν γονεῖς ἀποσχέσθαι καὶ τὸ τοὺς ἀσεβοῦντας εἰς τὸ θεῖον διὰ τῆς ἰδίας δυνάμεως μετελθεῖν.
οὐ μὴν ἀλλʼ ὑπὲρ μὲν τῆς καταστροφῆς Ἀγαθοκλέους, ὅταν πρὸς τοὺς οἰκείους χρόνους ἔλθωμεν αὐτοῦ, τὸ γενόμενον βεβαιώσει τὸ νῦν εἰρημένον· ἐφεῆς δὲ ῥητέον ἡμῖν τὰ πραχθέντα κατὰ τοὺς συνεχεῖς τῆς Ἰταλίας τόπους.
Ῥωμαῖοι μὲν καὶ Σαμνῖται διαπρεσβευσάμενοι πρὸς ἀλλήλους εἰρήνην συνέθεντο, πολεμήσαντες ἔτη εἴκοσι δύο καὶ μῆνας ἕξ· τῶν δʼ ὑπάτων Πόπλιος Σεμπρώνιος μετὰ δυνάμεως ἐμβαλὼν εἰς τὴν τῶν Αἰκλῶν χώραν ἐχειρώσατο τετταράκοντα