Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
τὸν δὲ Πτολεμαῖον ἐν ἀνταποδόσει μείζονος χάριτος ὑπερβάλλεσθαι βουλόμενοι θεωροὺς ἀπέστειλαν εἰς Λιβύην τοὺς ἐπερωτήσοντας τὸ παρʼ Ἄμμωνι μαντεῖον εἰ συμβουλεύει Ῥοδίοις Πτολεμαῖον ὡς θεὸν τιμῆσαι.
συγκατατιθεμένου δὲ τοῦ χρηστηρίου τέμενος ἀνῆκαν ἐν τῇ πόλει τετράγωνον, οἰκοδομήσαντες παρʼ ἑκάστην πλευρὰν στοὰν σταδιαίαν, ὃ προσηγόρευσαν Πτολεμαῖον. ἀνῳκοδόμησαν δὲ καὶ τὸ θέατρον καὶ τὰ πεπτωκότα τῶν τειχῶν καὶ τῶν ἄλλων τόπων τοὺς
Δημήτριος δὲ κατὰ τὰς ἐντολὰς τοῦ πατρὸς διαλυσάμενος πρὸς Ῥοδίους ἐξέπλευσε μετὰ πάσης τῆς δυνάμεως καὶ κομισθεὶς διὰ νήσων κατέπλευσε τῆς Βοιωτίας εἰς Αὖλιν.
σπεύδων δʼ ἐλευθερῶσαι τοὺς Ἕλληνας ʽοἱ γὰρ περὶ Κάσανδρον καὶ Πολυπέρχοντα τὸν ἔμπροσθεν χρόνον ἄδειαν ἐσχηκότες ἐπόρθουν τὰ πλεῖστα μέρη τῆς Ἑλλάδοσʼ πρῶτον μὲν τὴν Χαλκιδέων πόλιν ἠλευθέρωσε, φρουρουμένην ὑπὸ Βοιωτῶν, καὶ τοὺς κατὰ τὴν Βοιωτίαν καταπληξάμενος ἠνάγκασεν ἀποστῆναι τῆς Κασάνδρου φιλίας, μετὰ δὲ ταῦτα πρὸς μὲν Αἰτωλοὺς συμμαχίαν ἐποιήσατο, πρὸς δὲ τοὺς περὶ Πολυπέρχοντα καὶ Κάσανδρον διαπολεμεῖν παρεσκευάζετο.
ἅμα δὲ τούτοις πραττομένοις Εὔμηλος μὲν ὁ Βοσπόρου βασιλεὺς βασιλεύων ἕκτον ἔτος ἐτελεύτησε, τὴν δὲ βασιλείαν διαδεξάμενος Σπάρτακος ὁ υἱὸς ἦρξεν ἔτη εἴκοσιν.