Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
ἤλπιζε γὰρ μεμονωμένοις τοῖς θηρίοις τὴν ἐπίθεσιν ποιησάμενος τούτων τε ῥᾳδίως κυριεύσειν καὶ τῶν πολεμίων παρελεῖσθαι τὸ κράτιστον μέρος τῆς δυνάμεως. ὁ δʼ Εὐμενὴς καταστοχασάμενος τὸ μέλλον ἀπέστειλεν ἐπὶ τὴν βοήθειαν ἱππεῖς μὲν τοὺς κρατίστους χιλίους καὶ πεντακοσίους, πεζοὺς δὲ ψιλοὺς τρισχιλίους.
ἐπιφανέντων δὲ πρότερον τῶν Ἀντιγόνου στρατιωτῶν οἱ τῶν ἐλεφάντων ἡγεμόνες τάξαντες εἰς πλινθίον τὰ θηρία προῆγον, ἐν μέσῳ μὲν ἀπειληφότες τὰ σκευοφόρα, κατὰ δὲ τὴν οὐραγίαν ἔχοντες συναγωνιζομένους ἱππεῖς οὐ πλείους τετρακοσίων.
ἐπιπεσόντων δʼ αὐτοῖς τῶν πολεμίων παντὶ τῷ βάρει καὶ βιαιότερον ἐπικειμένων οἱ μὲν ἱππεῖς ἐτράπησαν ὑπὸ τοῦ πλήθους καταπονηθέντες, οἱ δʼ ἐπὶ τῶν ἐλεφάντων ἐφεστηκότες τὸ μὲν πρῶτον ἀντεῖχον καὶ διεκαρτέρουν πανταχόθεν κατατιτρωσκόμενοι, βλάψαι δʼ οὐδὲν τοὺς πολεμίους δυνάμενοι.
ἤδη δʼ αὐτῶν καταπονουμένων ἀνελπίστως ἐπιφανέντες οἱ παρʼ Εὐμενοῦς ἐξήρπασαν αὐτοὺς ἐκ τῶν κινδύνων. μετὰ δʼ ἡμέρας ὀλίγας ἐν τεσσαράκοντα σταδίοις ἀντιστρατοπεδευουσῶν τῶν δυνάμεων ἐξέταξαν ἀμφότεροι τὸ στρατόπεδον εἰς μάχην, ὡς περὶ τῶν ὅλων κρίσεως ἐσομένης.