Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
Εὐμενὴς δὲ διαβὰς τὸν Τίγριν καὶ παραγενόμενος εἰς τὴν Σουσιανὴν εἰς τρία μέρη διεῖλε τὴν δύναμιν διὰ τὴν τοῦ σίτου σπάνιν. ἐπιπορευόμενος δὲ τὴν χώραν κατὰ μέρος σίτου μὲν παντελῶς ἐσπάνιζεν, ὄρυζαν δὲ καὶ σήσαμον καὶ φοίνικα διέδωκε τοῖς στρατιώταις, δαψιλῶς ἐχούσης
πρὸς δὲ τοὺς ἐν ταῖς ἄνω σατραπείαις ἡγεμόνας ἦν μὲν καὶ πρότερον ἀπεσταλκὼς τὰς παρὰ τῶν βασιλέων ἐπιστολάς, ἐν αἷς ἦν γεγραμμένον πάντα πειθαρχεῖν Εὐμενεῖ, καὶ τότε δὲ βυβλιαφόρους ἀπέστειλεν, ἀξιῶν ἀπαντᾶν εἰς τὴν Σουσιανὴν ἅπαντας μετὰ τῶν ἰδίων δυνάμεων, καθʼ ὃν δὴ χρόνον συνέβη κἀκείνους ἠθροικέναι τὰ στρατόπεδα καὶ συνδεδραμηκέναι πρὸς ἀλλήλους διʼ ἑτέρας αἰτίας, ὑπὲρ ὧν ἀναγκαῖον προειπεῖν.
Πίθων σατράπης μὲν ἀπεδέδεικτο Μηδίας, στρατηγὸς δὲ τῶν ἄνω σατραπειῶν ἁπασῶν γενόμενος Φιλώταν μὲν τὸν προϋπάρχοντα Παρθυαίας στρατηγὸν ἀπέκτεινε, τὸν δὲ αὑτοῦ ἀδελφὸν Εὔδαμον ἀντὶ τούτου κατέστησεν.
οὗ γενομένου συνέδραμον οἱ λοιποὶ σατράπαι πάντες, φοβηθέντες μὴ τὸ παραπλήσιον πάθωσιν, ὄντος τοῦ Πίθωνος κινητικοῦ καὶ μεγάλα ταῖς ἐπιβολαῖς περιβαλομένου. περιγενόμενοι δʼ αὐτοῦ μάχῃ καὶ πολλοὺς τῶν συναγωνισαμένων ἀνελόντες ἐξήλασαν ἐκ τῆς Παρθυαίας.
κἀκεῖνος τὸ μὲν πρῶτον ἀνεχώρησεν εἰς Μηδίαν, μετʼ ὀλίγον δʼ εἰς τὴν Βαβυλῶνα παραγενόμενος παρεκάλει τὸν Σέλευκον βοηθεῖν αὐτῷ