Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

εὔθετον, ὃν ἡ τύχη ταχέως αὐτοῖς παρεσκεύασε· μετʼ ὀλίγον γὰρ τελευτήσαντος Ἀλεξάνδρου καὶ τῆς βασιλείας υἱοὺς διαδόχους οὐκ ἔχοντος ἐτόλμησαν ἀντιλαβέσθαι τῆς ἐλευθερίας καὶ τῆς κοινῆς τῶν Ἑλλήνων ἡγεμονίας. ἀφορμὰς δὲ ἔσχον εἰς τὸν πόλεμον τό τε πλῆθος τῶν καταλειφθέντων ὑφʼ Ἁρπάλου χρημάτων, περὶ ὧν τὰ κατὰ μέρος ἐν τῇ πρὸ ταύτης βύβλῳ διήλθομεν, ὁμοίως δὲ καὶ τοὺς κατὰ τὴν Ἀσίαν ἀμίσθους γενομένους ὑπὸ τῶν σατραπῶν μισθοφόρους, ὄντας μὲν ὀκτακισχιλίους, διατρίβοντας δὲ περὶ Ταίναρον τῆς Πελοποννήσου.

διὸ καὶ τούτους προσέταξαν ἐν ἀπορρήτοις Λεωσθένει τῷ Ἀθηναίῳ τὸ μὲν πρῶτον ἀναλαβεῖν αὐτοὺς ὡς ἰδιοπραγοῦντα χωρὶς τῆς τοῦ δήμου γνώμης, ὅπως ὁ μὲν Ἀντίπατρος ῥᾳθυμότερον διατεθῇ πρὸς τὰς παρασκευὰς, καταφρονῶν τοῦ Λεωσθένους, οἱ δʼ Ἀθηναῖοι σχολὴν λάβωσι καὶ χρόνον προκατασκευάσαι τι τῶν εἰς τὸν πόλεμον χρησίμων.

διὸ καὶ Λεωσθένης μετὰ πολλῆς ἡσυχίας μισθωσάμενος τοὺς προειρημένους παραδόξως ἑτοίμην ἔσχε πρὸς τὰς πράξεις ἀξιόλογον δύναμιν· ἐστρατευμένοι γὰρ κατὰ τὴν Ἀσίαν πολὺν χρόνον καὶ πολλῶν καὶ μεγάλων ἀγώνων μετεσχηκότες ἀθληταὶ τῶν κατὰ πόλεμον ἔργων ἐγεγένηντο.

ταῦτα μὲν οὖν οὕτως ἐπράττετο μήπω καλῶς ἐγνωσμένης τῆς Ἀλεξάνδρου τελευτῆς· ἐπεὶ δέ τινες ἐκ Βαβυλῶνος ἧκον αὐτόπται γεγονότες τῆς τοῦ βασιλέως μεταλλαγῆς, τότε φανερῶς ὁ δῆμος ἀπεκαλύψατο πρὸς τὸν πόλεμον καὶ

v.4.p.333
τῶν μὲν Ἁρπάλου χρημάτων μέρος ἐξέπεμψε τῷ Λεωσθένει καὶ πανοπλίας οὐκ ὀλίγας καὶ παρήγγειλε μηκέτι παρακρύπτειν, ἀλλὰ φανερῶς πράττειν τι τῶν συμφερόντων.

ὁ δὲ διαδοὺς τοῖς μισθοφόροις τὰς συντάξεις καὶ καθοπλίσας τοὺς ἀνόπλους παρῆλθεν εἰς Αἰτωλίαν, συνθησόμενος κοινοπραγίαν. ἀσμένως δὲ τῶν Αἰτωλῶν συνυπακουσάντων καὶ διδόντων αὐτῷ στρατιώτας ἑπτακισχιλίους ὁ μὲν Λεωσθένης διαπεμπόμενος πρός τε τοὺς Λοκροὺς καὶ Φωκεῖς καὶ τοὺς ἄλλους τοὺς πλησιοχώρους παρεκάλει τῆς αὐτονομίας ἀντέχεσθαι καὶ τῆς τῶν Μακεδόνων δεσποτείας

ἐλευθερῶσαι τὴν Ἑλλάδα· ὁ δὲ δῆμος τῶν Ἀθηναίων, τῶν μὲν κτηματικῶν συμβουλευόντων τὴν ἡσυχίαν ἄγειν, τῶν δὲ δημοκόπων ἀνασειόντων τὰ πλήθη καὶ παρακαλούντων ἐρρωμένως ἔχεσθαι τοῦ πολέμου, πολὺ τοῖς πλήθεσιν ὑπερεῖχον οἱ τὸν πόλεμον αἱρούμενοι καὶ τὰς τροφὰς εἰωθότες ἔχειν ἐκ τοῦ μισθοφορεῖν· οἷς ποτʼ ἔφησεν ὁ Φίλιππος τὸν μὲν πόλεμον εἰρήνην ὑπάρχειν, τὴν δὲ εἰρήνην πόλεμον.

εὐθὺς οὖν οἱ μὲν ῥήτορες τὰς τῶν δημοτικῶν ὁρμὰς σωματοποιοῦντες ἔγραψαν ψήφισμα τῆς κοινῆς τῶν Ἑλλήνων ἐλευθερίας φροντίσαι τὸν δῆμον καὶ τὰς μὲν φρουρουμένας πόλεις ἐλευθερῶσαι, ναῦς δὲ παρασκευάσαι τετρήρεις μὲν τεσσαράκοντα, τριήρεις δὲ διακοσίας, στρατεύσασθαι δὲ πάντας Ἀθηναίους τοὺς μέχρι ἐτῶν τεσσαράκοντα καὶ τρεῖς μὲν φυλὰς τὴν Ἀττικὴν παραφυλάττειν, τὰς δʼ ἑπτὰ πρὸς τὰς ὑπερορίους στρατείας ἑτοίμους εἶναι.

v.4.p.334