Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
τούτου δὲ περὶ ταῦτʼ ὄντος Ἀρριδαῖος ὁ τῆς ἐφʼ Ἑλλησπόντῳ Φρυγίας σατράπης, γνοὺς αὐτοῦ τὴν ἐπιβολήν, ἔκρινεν ἀσφαλισάμενος τὰ κατὰ τὴν ἰδίαν σατραπείαν καὶ τὰς ἀξιολογωτάτας πόλεις φρουραῖς περιλαμβάνειν. οὔσης δὲ τῆς τῶν Κυζικηνῶν πόλεως ἐπικαιροτάτης καὶ μεγίστης ἀνέζευξεν ἐπʼ αὐτὴν ἔχων πεζοὺς μὲν μισθοφόρους πλείους τῶν μυρίων, Μακεδόνας δὲ χιλίους, Πέρσας δὲ τοξότας καὶ σφενδονήτας πεντακοσίους, ἱππεῖς δὲ ὀκτακοσίους, βέλη δὲ παντοδαπὰ καὶ καταπέλτας ὀξυβελεῖς τε καὶ πετροβόλους καὶ τὴν ἄλλην χορηγίαν πᾶσαν τὴν ἀνήκουσαν πρὸς πολιορκίαν.
ἄφνω δὲ προσπεσὼν τῇ πόλει καὶ τὸν πολὺν ὄχλον ἀπολαβὼν ἐπὶ τῆς χώρας εἴχετο τῆς πολιορκίας καὶ τοὺς ἐν τῇ πόλει καταπληξάμενος ἠνάγκαζε δέχεσθαι φρουράν. οἱ δὲ Κυζικηνοὶ παραδόξου τῆς ἐπιθέσεως γενομένης καὶ τῶν μὲν πλείστων ἐπὶ τῆς χώρας ἀπειλημμένων, ὀλίγων δʼ ὄντων τῶν ὑπολελειμμένων ἀπαράσκευοι παντελῶς ὑπῆρχον πρὸς τὴν πολιορκίαν.
ὅμως δὲ κρίναντες ἀντέχεσθαι τῆς ἐλευθερίας φανερῶς μὲν πρέσβεις ἐξέπεμψαν τοὺς διαλεξομένους τῷ Ἀρριδαίῳ λῦσαι τὴν πολιορκίαν· ποιήσειν γὰρ πάντα τὴν πόλιν Ἀρριδαίῳ πλὴν τοῦ δέξασθαι φρουράν· λάθρᾳ δὲ τοὺς νέους ἀθροίζοντες καὶ τῶν οἰκετῶν τοὺς εὐθέτους ἐπιλεγόμενοι καθώπλιζον
τοῦ δὲ Ἀρριδαίου βιαζομένου δέχεσθαι φρουρὰν ἔφησαν βούλεσθαι τῷ δήμῳ προσανενεγκεῖν περὶ τούτου. συγχωρήσαντος δὲ τοῦ σατράπου λαβόντες ἀνοχὴν ταύτην τε τὴν ἡμέραν καὶ τὴν ἐπιοῦσαν νύκτα βέλτιον παρεσκευάσαντο τὰ πρὸς τὴν πολιορκίαν.
ὁ δʼ Ἀρριδαῖος καταστρατηγηθεὶς καὶ τὸν οἰκεῖον ἑαυτῷ προέμενος καιρὸν διεσφάλη τῆς ἐλπίδος· οἱ γὰρ Κυζικηνοὶ πόλιν ἔχοντες ὀχυρὰν καὶ παντελῶς εὐφύλακτον ἀπὸ τῆς γῆς διὰ τὸ χερρόνησον αὐτὴν εἶναι καὶ θαλαττοκρατοῦντες ῥᾳδίως ἠμύνοντο τοὺς πολεμίους.