Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.
οἱ δὲ περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν εἰσβαλόντες εἰς τὴν Αἰτωλίαν καὶ τὰς εὐχειρώτους πόλεις ὁρῶντες ἐρήμους ὥρμησαν ἐπὶ τοὺς ἀνακεχωρηκότας εἰς τὰς δυσχωρίας. τὸ μὲν οὖν πρῶτον οἱ Μακεδόνες πρὸς τόπους ὀχυροὺς καὶ τραχεῖς βιαζόμενοι πολλοὺς τῶν στρατιωτῶν ἀπέβαλον· ἡ γὰρ τόλμα τῶν Αἰτωλῶν προσλαβοῦσα τὴν ἐν τοῖς τόποις ὀχυρότητα ῥᾳδίως ἠμύνετο τοὺς διὰ τὴν προπέτειαν εἰς ἀβοηθήτους κινδύνους προπίπτοντας· μετὰ δὲ ταῦτα τῶν περὶ Κρατερὸν στεγνὰ κατασκευασάντων καὶ συναναγκαζόντων τοὺς πολεμίους μένειν τὸν χειμῶνα καὶ διακαρτερεῖν ἐν τόποις χιονοβολουμένοις καὶ τροφῆς ἐνδεέσιν εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους·
ἀναγκαῖον γὰρ ἦν ἢ καταβάντας ἀπὸ τῶν ὀρέων διαγωνίσασθαι πρὸς δυνάμεις πολλαπλασίους καὶ στρατηγοὺς ἐπιφανεῖς ἢ μένοντας ὑπʼ ἐνδείας καὶ