Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 4-5 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Fischer, Curt Theodor; editors. Leipzig: Teubner, 1903-1906.

οἱ δὲ τῶν Ἑλλήνων ἱππεῖς ἐπὶ τοῦ προτερήματος ὄντες, ὡς ἔγνωσαν τὴν τῶν πεζῶν ἀποχώρησιν, εὐθὺς πρὸς ἐκείνους ἀφίππευσαν. τότε μὲν οὖν τοῦτον τὸν τρόπον ἀγωνισάμενοι διελύθησαν, ῥεπούσης τῆς νίκης πρὸς

v.4.p.345
τοὺς Μακεδόνας· ἀπέθανον δʼ ἐν τῇ μάχῃ τῶν μὲν Ἑλλήνων πλείους τῶν πεντακοσίων, τῶν δὲ Μακεδόνων ἑκατὸν καὶ τριάκοντα.

τῇ δʼ ὑστεραίᾳ Μένων μὲν καὶ Ἀντίφιλος οἱ τῶν Ἑλλήνων ἡγεμόνες συνεδρεύσαντες ἐβουλεύσαντο πότερον ἀναμείναντες τοὺς ἀπὸ τῶν πόλεων συμμάχους καὶ καταστάντες ἀξιόμαχοι περὶ τῶν ὅλων διακρίνωνται ἢ τῷ παρόντι καιρῷ συνείξαντες πρεσβεύωνται περὶ διαλύσεως. ἔδοξεν οὖν ἀποστέλλειν κήρυκας περὶ τῆς τοῦ πολέμου καταλύσεως.

πραξάντων δʼ αὐτῶν τὸ δόξαν ἀπεκρίθησαν οἱ περὶ τὸν Ἀντίπατρον κατὰ πόλεις πρεσβεύειν· οὐδενὶ γὰρ τρόπῳ κοινὴν σύλλυσιν ποιήσεσθαι. τῶν δὲ Ἑλλήνων οὐ προσδεχομένων τὰς κατὰ πόλιν διαλύσεις οἱ μὲν περὶ τὸν Ἀντίπατρον καὶ Κρατερὸν ἐπολιόρκουν τὰς ἐπὶ Θετταλίας πόλεις καὶ κατὰ κράτος ᾕρουν, μὴ δυναμένων τῶν Ἑλλήνων βοηθεῖν. διὸ καὶ τῶν πόλεων περιφόβων οὐσῶν καὶ κατʼ ἰδίαν ἑκάστης πρεσβευούσης περὶ διαλύσεως πάσαις συγχωρῶν τὴν εἰρήνην ἐπιεικῶς προσεφέρετο.

διόπερ ἐμπεσούσης ὁρμῆς εἰς τὰς πόλεις ἰδίᾳ πορίζεσθαι τὴν σωτηρίαν ταχὺ πᾶσαι τῆς εἰρήνης ἔτυχον. οἱ δʼ ἀλλοτριώτατα διακείμενοι πρὸς τοὺς Μακεδόνας Αἰτωλοὶ καὶ Ἀθηναῖοι, συμμάχων ὄντες ἔρημοι, μετὰ τῶν ἰδίων στρατηγῶν ἐβουλεύοντο περὶ τοῦ πολέμου.

v.4.p.346

Ἀντίπατρος δὲ διὰ ταύτης τῆς στρατηγίας διαλύσας τὸ σύστημα τῶν Ἑλλήνων ἤγαγε τὴν δύναμιν πᾶσαν ἐπὶ τοὺς Ἀθηναίους. ὁ δὲ δῆμος ἐρημωθεὶς τῆς τῶν συμμάχων βοηθείας ἐν ἀπορίᾳ πολλῇ καθειστήκει· πάντων δὲ καταφερομένων ἐπὶ τὸν Δημάδην καὶ βοώντων τοῦτον ἐκπέμπειν πρεσβευτὴν πρὸς Ἀντίπατρον ὑπὲρ τῆς εἰρήνης οὗτος μὲν καλούμενος σύμβουλος οὐχ ὑπήκουσεν·

ἦν γὰρ τρὶς ἡλωκὼς παρανόμων καὶ διὰ τοῦτο γεγονὼς ἄτιμος καὶ κωλυόμενος ὑπὸ τῶν νόμων συμβουλεύειν· ἀπολαβὼν δὲ τὴν ἐπιτιμίαν ὑπὸ τοῦ δήμου παραχρῆμα ἐξεπέμφθη πρεσβευτὴς μετὰ Φωκίωνος καί τινων ἑτέρων.

τοῦ δʼ Ἀντιπάτρου διακούσαντος τῶν λόγων καὶ δόντος ἀπόκρισιν ὡς ἄλλως οὐ μὴ συλλύσηται τὸν πρὸς Ἀθηναίους πόλεμον, ἐὰν μὴ τὰ καθʼ ἑαυτοὺς ἐπιτρέψωσιν αὐτῷ ʽκαὶ γὰρ ἐκείνους συγκλείσαντας εἰς Λάμιαν τὸν Ἀντίπατρον τὰς αὐτὰς ἀποκρίσεις πεποιῆσθαι πρεσβεύσαντος αὐτοῦ περὶ τῆς εἰρήνησʼ ὁ δῆμος οὐκ ὢν ἀξιόμαχος ἠναγκάσθη τὴν ἐπιτροπὴν καὶ τὴν ἐξουσίαν πᾶσαν Ἀντιπάτρῳ δοῦναι περὶ τῆς πόλεως.

ὁ δὲ φιλανθρώπως αὐτοῖς προσενεχθεὶς συνεχώρησεν ἔχειν τήν τε πόλιν καὶ τὰς κτήσεις καὶ τἄλλα πάντα· τὴν δὲ πολιτείαν μετέστησεν ἐκ τῆς δημοκρατίας καὶ προσέταξεν ἀπὸ τιμήσεως εἶναι τὸ πολίτευμα καὶ τοὺς μὲν κεκτημένους πλείω δραχμῶν δισχιλίων κυρίους εἶναι τοῦ

v.4.p.347
πολιτεύματος καὶ τῆς χειροτονίας, τοὺς δὲ κατωτέρω τῆς τιμήσεως ἅπαντας ὡς ταραχώδεις ὄντας καὶ πολε μικοὺς ἀπήλασε τῆς πολιτείας καὶ τοῖς βουλομένοις χώραν ἔδωκεν εἰς κατοίκησιν ἐν τῇ Θρᾴκῃ.

οὗτοι μὲν οὖν ὄντες πλείους τῶν δις1μυρίων καὶ δισχιλίων μετεστάθησαν ἐκ τῆς πατρίδος, οἱ δὲ τὴν ὡρισμένην τίμησιν ἔχοντες περὶ ἐννακισχιλίους ἀπεδείχθησαν κύριοι τῆς τε πόλεως καὶ χώρας καὶ κατὰ τοὺς Σόλωνος νόμου ἐπολιτεύοντο· πάντες δὲ τὰς οὐσίας εἰάθησαν ἔχειν ἀναφαιρέτους. φρούραρχον δὲ Μένυλλον καὶ φρουρὰν ἠναγκάσθησαν δέξασθαι τὴν οὐκ ἐπιτρέψουσαν οὐδενὶ νεωτερίζειν.