Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

καὶ τὸ μὲν πρῶτον τὴν Λέσβον κατῴκησε, μετὰ δὲ ταῦτα ἀεὶ μᾶλλον

v.2.p.116
αὐξόμενος διά τε τὴν ἀρετὴν τῆς νήσου καὶ τὴν ἰδίαν ἐπιείκειάν τε καὶ δικαιοσύνην τὰς σύνεγγυς νήσους κατεκτᾶτο, καὶ διεμέριζε τὴν χώραν ἔρημον οὖσαν.

κατὰ δὲ τούτους τοὺς χρόνους Λέσβος ὁ Λαπίθου τοῦ Αἰόλου τοῦ Ἱππότου κατά τι πυθόχρηστον μετʼ οἰκητόρων πλεύσας εἰς τὴν προειρημένην νῆσον, καὶ γήμας τὴν θυγατέρα τοῦ Μακαρέως Μήθυμναν, κοινῇ κατῴκησε, γενόμενος δʼ ἐπιφανὴς ἀνὴρ τήν τε νῆσον Λέσβον ὠνόμασεν ἀφʼ ἑαυτοῦ καὶ τοὺς λαοὺς Λεσβίους προσηγόρευσε.

Μακαρεῖ δὲ θυγατέρες ἐγένοντο σὺν ἄλλαις Μυτιλήνη καὶ Μήθυμνα, ἀφʼ ὧν αἱ πόλεις ἔσχον τὴν προσηγορίαν. ὁ δὲ Μακαρεὺς ἐπιβαλλόμενος τὰς σύνεγγυς νήσους ἰδίας κατασκευάζειν ἐξέπεμψεν ἀποικίαν εἰς πρώτην τὴν Χίον, ἑνὶ τῶν ἑαυτοῦ παίδων παραδοὺς τὴν ἡγεμονίαν·

μετὰ δὲ ταῦτα εἰς τὴν Σάμον ἕτερον ἐξέπεμψε τὸν ὀνομαζόμενον Κυδρόλαον, ὃς ἐν ταύτῃ κατοικήσας καὶ τὴν νῆσον κατακληρουχήσας ἐβασίλευεν αὐτῆς· τρίτην δὲ τὴν Κῶ κατοικίσας ἀπέδειξεν αὐτῆς βασιλέα Νέανδρον· ἑξῆς δʼ εἰς τὴν Ῥόδον Λεύκιππον ἐξέπεμψε μετὰ συχνῶν οἰκητόρων, οὓς οἱ τὴν Ῥόδον κατοικοῦντες διὰ τὴν σπάνιν τῶν ἀνδρῶν ἄσμενοι προσεδέξαντο καὶ κοινῇ τὴν νῆσον ᾤκησαν.