Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

διόπερ αὐτὸν προσαγορευθῆναι Ζῆνα μὲν ἀπὸ τοῦ δοκεῖν τοῖς ἀνθρώποις αἴτιον εἶναι τοῦ ζῆν, ταῖς ἐκ τοῦ περιέχοντος εὐκρασίαις τοὺς καρποὺς ἀνάγοντα πρὸς

v.2.p.102
τέλος, πατέρα δὲ διὰ τὴν φροντίδα καὶ τὴν εὔνοιαν τὴν εἰς ἅπαντας, ἔτι δὲ καὶ τὸ δοκεῖν ὥσπερ ἀρχηγὸν εἶναι τοῦ γένους τῶν ἀνθρώπων, ὕπατον δὲ καὶ βασιλέα διὰ τὴν τῆς ἀρχῆς ὑπεροχήν, εὐβουλέα δὲ καὶ μητιέτην διὰ τὴν ἐν τῷ βουλεύεσθαι καλῶς σύνεσιν.

μυθολογοῦσι δὲ καὶ τὴν Ἀθηνᾶν κατὰ τὴν Κρήτην ἐκ Διὸς ἐν ταῖς πηγαῖς τοῦ Τρίτωνος ποταμοῦ γεννηθῆναι· διὸ καὶ Τριτογένειαν ὀνομασθῆναι. ἔστι δὲ καὶ νῦν ἔτι περὶ τὰς πηγὰς ταύτας ἱερὸν ἅγιον τῆς θεοῦ ταύτης, ἐν ᾧ τόπῳ τὴν γένεσιν αὐτῆς ὑπάρξαι μυθολογοῦσι.

λέγουσι δὲ καὶ τοὺς γάμους τοῦ τε Διὸς καὶ τῆς Ἥρας ἐν τῇ Κνωσίων χώρᾳ γενέσθαι κατά τινα τόπον πλησίον τοῦ Θήρηνος ποταμοῦ, καθʼ ὃν νῦν ἱερόν ἐστιν, ἐν ᾧ θυσίας κατʼ ἐνιαυτὸν ἁγίους ὑπὸ τῶν ἐγχωρίων συντελεῖσθαι, καὶ τοὺς γάμους ἀπομιμεῖσθαι, καθάπερ ἐξ ἀρχῆς γενέσθαι παρεδόθησαν.

τοῦ δὲ Διὸς ἐκγόνους φασὶ γενέσθαι θεὰς μὲν Ἀφροδίτην καὶ Χάριτας, πρὸς δὲ ταύταις Εἰλείθυιαν καὶ τὴν ταύτης συνεργὸν Ἄρτεμιν, καὶ τὰς προσαγορευομένας Ὥρας, Εὐνομίαν τε καὶ Δίκην, ἔτι δʼ Εἰρήνην καὶ Ἀθηνᾶν καὶ Μοῦσας, θεοὺς δὲ Ἥφαιστον καὶ Ἄρην καὶ Ἀπόλλωνα, πρὸς δὲ τούτοις Ἑρμῆν καὶ Διόνυσον καὶ Ἡρακλέα.

τούτων δʼ ἑκάστῳ

v.2.p.103
μυθολογοῦσι τὸν Δία τῶν εὑρεθέντων ὑπʼ αὐτοῦ καὶ συντελουμένων ἔργων τὰς ἐπιστήμας καὶ τὰς τιμὰς τῆς εὑρέσεως ἀπονεῖμαι, βουλόμενον αἰώνιον αὐτοῖς περιποιῆσαι μνήμην παρὰ πᾶσιν ἀνθρώποις.

παραδοθῆναι δὲ τῇ μὲν Ἀφροδίτῃ τήν τε τῶν παρθένων ἡλικίαν, ἐν οἷς χρόνοις δεῖ γαμεῖν αὐτάς, καὶ τὴν ἄλλην ἐπιμέλειαν τὴν ἔτι καὶ νῦν ἐν τοῖς γάμοις γινομένην μετὰ θυσιῶν καὶ σπονδῶν, ἃς ποιοῦσιν ἄνθρωποι τῇ θεῷ ταύτῃ. προθύουσι δὲ πρότερον ἅπαντες τῷ Διὶ τῷ τελείῳ καὶ Ἥρᾳ τελείᾳ διὰ τὸ τούτους ἀρχηγοὺς γεγονέναι καὶ πάντων εὑρετάς, καθότι προείρηται.