Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οὗτοι μὲν οὖν οἱ θεοὶ πολλὰ τὸν ἀνθρώπινον βίον εὐεργετήσαντες οὐ μόνον ἀθανάτων τιμῶν ἠξιώθησαν, ἀλλὰ καὶ πρῶτοι τὸν Ὄλυμπον ἐνομίσθησαν οἰκεῖν μετὰ τὴν ἐξ ἀνθρώπων μετάστασιν.

Κρόνου δὲ καὶ Ῥέας λέγεται γενέσθαι τήν τε Ἑστίαν καὶ Δήμητραν καὶ Ἥραν, ἔτι δὲ Δία καὶ Ποσειδῶνα καὶ Ἅιδην. τούτων δὲ λέγεται τὴν μὲν Ἑστίαν τὴν τῶν οἰκιῶν κατασκευὴν εὑρεῖν, καὶ διὰ τὴν εὐεργεσίαν ταύτην παρὰ πᾶσι σχεδὸν ἀνθρώποις ἐν πάσαις οἰκίαις καθιδρυθῆναι, τιμῶν καὶ θυσιῶν τυγχάνουσαν· Δήμητραν δέ, τοῦ σίτου φυομένου μὲν ὡς ἔτυχε μετὰ τῆς ἄλλης βοτάνης, ἀγνοουμένου δὲ παρʼ ἀνθρώποις, πρώτην συγκομίσαι καὶ τὴν κατεργασίαν αὐτοῦ καὶ φυλακὴν ἐπινοῆσαι καὶ σπείρειν καταδεῖξαι.

εὑρεῖν μὲν οὖν αὐτὴν τὸν σῖτον πρὸ τοῦ γεννῆσαι τὴν θυγατέρα Φερσεφόνην, μετὰ δὲ τὴν ταύτης γένεσιν καὶ τὴν ὑπὸ Πλούτωνος ἁρπαγὴν ἐμπρῆσαι πάντα τὸν καρπὸν διά τε τὴν ἔχθραν τὴν πρὸς τὸν Δία καὶ τὴν ἐπὶ τῇ θυγατρὶ

v.2.p.96
λύπην. μετὰ δὲ τὴν εὕρεσιν τῆς Φερσεφόνης διαλλαγῆναί τε τῷ Διὶ καὶ τῷ Τριπτολέμῳ ἀποδοῦναι τὸν τοῦ σίτου σπόρον, ᾧ συντάξαι πᾶσιν ἀνθρώποις μεταδοῦναι τῆς τε δωρεᾶς καὶ τὰ περὶ τὴν ἐργασίαν τοῦ σπόρου διδάξαι.

λέγουσι δέ τινες ὅτι καὶ νόμους εἰσηγήσατο, καθʼ οὓς ἀλλήλοις τὸ δίκαιον διδόναι συνειθίσθησαν ἄνθρωποι, καὶ τὴν παραδοῦσαν αὐτοῖς θεὰν θεσμοφόρον ἀπὸ τούτων προσηγόρευσαν. μεγίστων γὰρ ἀγαθῶν ἀνθρώποις αἰτίαν γενομένην ἐπιφανεστάτων τυχεῖν τιμῶν καὶ θυσιῶν, ἔτι δʼ ἑορτῶν καὶ πανηγύρεων μεγαλοπρεπῶν, οὐ παρʼ Ἕλλησι μόνον, ἀλλὰ καὶ παρὰ πᾶσι σχεδὸν τοῖς βαρβάροις, ὅσοι τῆς τροφῆς ταύτης ἐκοινώνησαν.

ἀμφισβητοῦσι δὲ περὶ τῆς εὑρέσεως τοῦ καρποῦ τούτου πολλοί, τὴν θεὸν φάμενοι παρʼ αὑτοῖς πρώτοις ὀφθῆναι καὶ τὴν τούτου φύσιν τε καὶ χρῆσιν καταδεῖξαι. Αἰγύπτιοι μὲν γὰρ λέγουσι τήν τε Δήμητραν καὶ τὴν Ἶσιν τὴν αὐτὴν εἶναι, καὶ εἰς Αἴγυπτον ἐνεγκεῖν τὸ σπέρμα πρώτην, ἀρδεύοντος μὲν εὐκαίρως τὰ πεδία τοῦ Νείλου ποταμοῦ, ταῖς δʼ ὥραις ἄριστα τῆς χώρας ταύτης κεκραμένης.

τοὺς δʼ Ἀθηναίους, καίπερ ἀποφαινομένους τὴν εὕρεσιν τοῦ καρποῦ τούτου γεγενημένην παρʼ αὑτοῖς, ὅμως μαρτυρεῖν αὐτὸν ἑτέρωθεν κεκομισμένον εἰς τὴν Ἀττικήν· τὸν γὰρ τόπον τὸν ἐξ ἀρχῆς δεξάμενον

v.2.p.97
τὴν δωρεὰν ταύτην Ἐλευσῖνα προσαγορεύειν ἀπὸ τοῦ παρʼ ἑτέρων ἐλθεῖν τὸ σπέρμα τοῦ σίτου κομισθέν.

οἱ δὲ Σικελιῶται, νῆσον ἱερὰν Δήμητρος καὶ Κόρης οἰκοῦντες, εἰκὸς εἶναί φασι τὴν δωρεὰν ταύτην πρώτοις τοῖς τὴν προσφιλεστάτην χώραν νεμομένοις δοθῆναι· ἄτοπον μὲν γὰρ ὑπάρχειν εὐκαρποτάτην αὐτὴν ὡς ἰδίαν ποιῆσαι, τῆς δʼ εὐεργεσίας ὡς μηδὲν προσηκούσῃ μηδʼ ἐσχάτῃ μεταδοῦναι, καὶ ταῦτʼ ἐν αὐτῇ τὴν οἴκησιν ἔχουσαν, εἴπερ καὶ τῆς Κόρης τὴν ἁρπαγὴν ἐν τῇ νήσῳ ταύτῃ γεγονέναι συμπεφώνηται. εἶναι δὲ καὶ τὴν χώραν οἰκειοτάτην τούτοις τοῖς καρποῖς, ἐν ᾗ καὶ τὸν ποιητὴν λέγειν

ἀλλὰ τά γʼ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται, πυροὶ καὶ κριθαί.