Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
δυναστεῦσαι δʼ αὐτὸν μάλιστα τῶν πρὸς ἑσπέραν τόπων καὶ μεγίστης ἀξιωθῆναι τιμῆς· διὸ καὶ μέχρι τῶν νεωτέρων χρόνων παρὰ Ῥωμαίοις καὶ Καρχηδονίοις, ὅτʼ ἦν ἡ πόλις αὕτη, ἔτι δὲ καὶ τοῖς ἄλλοις τοῖς πλησιοχώροις ἔθνεσιν ἐπιφανεῖς ἑορτὰς καὶ θυσίας γενέσθαι τούτῳ τῷ θεῷ καὶ πολλοὺς τόπους ἐπωνύμους αὐτοῦ γενέσθαι.
διὰ δὲ τὴν ὑπερβολὴν τῆς εὐνομίας ἀδίκημα μὲν μηδὲν ὅλως ὑπὸ μηδενὸς σνντελεῖσθαι, πάντας δὲ τοὺς ὑπὸ τὴν ἡγεμονίαν τούτου τεταγμένους μακάριον βίον ἐζηκέναι, πάσης ἡδονῆς ἀνεμποδίστως ἀπολαύοντας. περὶ δὲ τούτων καὶ τὸν ποιητὴν Ἡσίοδον ἐπιμαρτυρεῖν ἐν τοῖσδε τοῖς ἔπεσιν·
οἱ μὲν ἐπὶ Κρόνου ἦσαν, ὅτʼ οὐρανῷ ἐμβασίλευεν, ὥστε θεοὶ δʼ ἔζωον, ἀκηδέα θυμὸν ἔχοντες, νόσφιν ἄτερ τε κακῶν καὶ ἄτερ χαλεποῖο πόνοιο νούσων τʼ ἀργαλέων καὶ ἀπήμονες, οὐδὲ μέλεσσι γῆρας ἐπῆν, αἰεὶ δὲ πόδας καὶ χεῖρας ὁμοῖοι τέρποντʼ ἐν θαλίῃσι κακῶν ἔκτοσθεν ἐόντες·περὶ μὲν οὖν Κρόνου τοιαῦτα μυθολογοῦσιν.v.2.p.94θνῆσκον δʼ ὡς ὕπνῳ δεδμημένοι. ἄλλα τε πολλὰ τοῖσιν ἔην· καρπὸν δʼ ἔφερε ζείδωρος ἄρουρα αὐτομάτη πολλόν τε καὶ ἄφθονον· οἱ δʼ ἐπὶ γαίῃ εὔφρονες ἔργʼ ἐνέμοντο σὺν ἐσθλοῖσιν πολέεσσιν, ἀφνειοὶ μήλοισι, φίλοι μακάρεσσι θεοῖσι.
Ὑπερίονα δέ φασι τοῦ τε ἡλίου τὴν κίνησιν καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων, ἔτι δὲ τὰς ὥρας τὰς συντελουμένας ὑπὸ τούτων, πρῶτον ἐξ ἐπιμελείας καὶ παρατηρήσεως κατανοήσαντα τοῖς ἄλλοις εἰς γνῶσιν παραδοῦναι, καὶ διὰ τοῦτο αὐτὸν πατέρα τούτων ὀνομασθῆναι, καθαπερεὶ γεγεννηκότα τὴν τούτων θεωρίαν καὶ φύσιν.
καὶ Κοίου μὲν καὶ Φοίβης Λητὼ γενέσθαι, Ἰαπετοῦ δὲ Προμηθέα τὸν παραδεδομένον μὲν ὑπό τινων μυθογράφων ὅτι τὸ πῦρ κλέψας παρὰ τῶν θεῶν ἔδωκε τοῖς ἀνθρώποις, πρὸς δʼ ἀλήθειαν εὑρετὴν γενόμενον τῶν πυρείων,
ἐξ ὧν ἐκκάεται τὸ πῦρ. τῶν δὲ Τιτανίδων φασὶ Μνημοσύνην λογισμοὺς εὑρεῖν καὶ τὰς τῶν ὀνομάτων θέσεις ἑκάστῳ τῶν ὄντων τάξαι, διʼ ὧν καὶ δηλοῦμεν ἕκαστα καὶ πρὸς ἀλλήλους ὁμιλοῦμεν· ἅ τινες τὸν Ἑρμῆν φασιν εἰσηγήσασθαι. προσάπτουσι δὲ τῇ θεῷ ταύτῃ καὶ τὰ πρὸς ἀνανέωσιν καὶ μνήμην γινόμενα παρὰ τοῖς ἀνθρώποις, ἀφʼ ὧν δὴ καὶ