Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
γνωσθείσης δὲ τῆς πράξεως, ὁ μὲν Ἀλθαιμένης οὐ δυνάμενος φέρειν τὸ μέγεθος τῆς συμφορᾶς τὰς μὲν ἀπαντήσεις καὶ ὁμιλίας τῶν ἀνθρώπων περιέκαμπτε, διδοὺς δʼ ἑαυτὸν εἰς τὰς ἐρημίας ἠλᾶτο μόνος καὶ διὰ τὴν λύπην ἐτελεύτησεν· ὕστερον δὲ κατά τινα χρησμὸν
βραχὺ δὲ πρὸ τῶν Τρωικῶν Τληπόλεμος ὁ Ἡρακλέους φεύγων διὰ τὸν Λικυμνίου θάνατον, ὃν ἀκουσίως ἦν ἀνῃρηκώς, ἔφυγεν ἑκουσίως ἐξ Ἄργους· χρησμὸν δὲ λαβὼν ὑπὲρ ἀποικίας μετά τινων λαῶν κατέπλευσεν εἰς τὴν Ῥόδον, καὶ προσδεχθεὶς ὑπὸ τῶν ἐγχωρίων αὐτοῦ κατῴκησε.
γενόμενος δὲ βασιλεὺς πάσης τῆς νήσου τήν τε χώραν ἐπʼ ἴσης κατεκληρούχησε καὶ τἄλλα διετέλεσεν ἄρχων ἐπιεικῶς. τὸ δὲ τελευταῖον μετʼ Ἀγαμέμνονος στρατεύων εἰς Ἴλιον τῆς μὲν Ῥόδου τὴν ἡγεμονίαν παρέδωκε Βούτᾳ τῷ ἐξ Ἄργους αὐτῷ μετασχόντι τῆς φυγῆς, αὐτὸς δʼ ἐπιφανὴς ἐν τῷ πολέμῳ γενόμενος ἐτελεύτησεν ἐν τῇ Τρῳάδι.
ἐπεὶ δὲ ταῖς Ῥοδίων πράξεσι τῆς κατʼ ἀντιπέρας Χερρονήσου ἔνια συμπεπλέχθαι συμβέβηκεν, οὐκ ἀνοίκειον ἡγοῦμαι περὶ αὐτῶν διελθεῖν. ἡ Χερρόνησος τοίνυν τὸ παλαιόν, ὡς μέν τινές φασιν, ἀπὸ τοῦ τόπου τῆς φύσεως ὄντος ἰσθμώδους ταύτης ἔτυχε τῆς προσηγορίας· ὡς δέ τινες ἀναγεγράφασιν, ἀπὸ τοῦ δυναστεύσαντος τῶν τόπων ὄνομα Χερρονήσου προσηγόρευται.
οὐ πολλῷ δʼ ὕστερον τῆς τούτου δυναστείας λέγεται πέντε Κούρητας ἐκ Κρήτης εἰς αὐτὴν περαιωθῆναι· τούτους δʼ ἀπογόνους γεγονέναι τῶν ὑποδεξαμένων Δία παρὰ τῆς μητρὸς Ῥέας καὶ θρεψάντων ἐν τοῖς κατὰ τὴν Κρήτην Ἰδαίοις ὄρεσι.
στόλῳ δʼ ἀξιολόγῳ πλεύσαντας εἰς
οὐ πολὺ δὲ τούτων κατόπιν Ἴναχον τὸν Ἀργείων βασιλέα, ἀφανισθείσης τῆς θυγατρὸς Ἰοῦς, ἐξαποστεῖλαι Κύρνον, ἕνα τῶν ἡγεμονικῶν ἀνδρῶν, δόντα αὐτῷ στόλον ἀξιόλογον, καὶ προστάξαι ζητεῖν ἐν παντὶ τόπῳ τὴν Ἰώ, καὶ μὴ ἐπανελθεῖν, ἐὰν μὴ ταύτης ἐγκρατὴς γένηται.
ὁ δὲ Κύρνος ἐπὶ πολλὰ μέρη τῆς οἰκουμένης πλανηθεὶς καὶ μὴ δυνάμενος εὑρεῖν ταύτην, κατέπλευσε τῆς Καρίας εἰς τὴν προειρημένην Χερρόνησον· ἀπογνοὺς δὲ τὴν εἰς οἶκον ἀνακομιδὴν κατῴκησεν ἐν τῇ Χερρονήσῳ, καὶ τὰ μὲν πείσας, τὰ δʼ ἀναγκάσας ἐβασίλευσε μέρους τῆς χώρας καὶ πόλιν ἔκτισεν ὁμώνυμον ἑαυτῷ Κύρνον· πολιτευόμενος δὲ δημοτικῶς μεγάλης ἀποδοχῆς ἐτύγχανε παρὰ τοῖς συμπολιτευομένοις.