Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

καὶ τὰ μὲν κατὰ μέρος τῆς τελετῆς ἐν ἀπορρήτοις τηρούμενα μόνοις παραδίδοται τοῖς μυηθεῖσι· διαβεβόηται δʼ ἡ τούτων τῶν θεῶν ἐπιφάνεια καὶ παράδοξος ἐν τοῖς κινδύνοις βοήθεια τοῖς ἐπικαλεσαμένοις τῶν μυηθέντων.

γίνεσθαι δέ φασι καὶ εὐσεβεστέρους καὶ δικαιοτέρους καὶ κατὰ πᾶν βελτίονας ἑαυτῶν τοὺς τῶν μυστηρίων κοινωνήσαντας. διὸ καὶ τῶν ἀρχαίων ἡρώων τε καὶ ἡμιθέων τοὺς ἐπιφανεστάτους πεφιλοτιμῆσθαι μεταλαβεῖν

v.2.p.73
τῆς τελετῆς· καὶ γὰρ Ἰάσονα καὶ Διοσκόρους, ἔτι δʼ Ἡρακλέα καὶ Ὀρφέα, μυηθέντας ἐπιτυχεῖν ἐν ἁπάσαις ταῖς στρατείαις διὰ τῆν τῶν θεῶν τούτων ἐπιφάνειαν.

ἐπεὶ δὲ περὶ τῆς Σαμοθρᾴκης διήλθομεν, ἀκολούθως καὶ περὶ τῆς Νάξου διέξιμεν. αὕτη γὰρ ἡ νῆσος τὸ μὲν πρῶτον προσηγορεύετο Στρογγύλη, ᾤκησαν δʼ αὐτὴν πρῶτοι Θρᾷκες διά τινας τοιαύτας αἰτίας.

μυθολογοῦνται Βορέου γενέσθαι παῖδες Βούτης καὶ Λυκοῦργος οὐχ ὁμομήτριοι· τὸν δὲ Βούτην ὄντα νεώτερον ἐπιβουλεῦσαι τἀδελφῷ, καὶ καταφανῆ γενόμενον ἕτερον μὲν μηδὲν παθεῖν ὑπὸ τοῦ Λυκούργου, πρόσταγμα δὲ λαβεῖν ὅπως μετὰ τῶν συνεπιβουλευσάντων λαβὼν πλοῖα ζητῇ χώραν ἑτέραν εἰς κατοίκησιν.

διόπερ τὸν Βούτην μετὰ τῶν συνεγκαλουμένων Θρᾳκῶν ἐκπλεύσαντα καὶ διὰ τῶν Κυκλάδων νήσων κομιζόμενον κατασχεῖν τὴν Στρογγύλην νῆσον, καὶ ἐν ταύτῃ κατοικοῦντα λῄζεσθαι πολλοὺς τῶν παραπλεόντων. σπανίζοντας δὲ γυναικῶν περιπλέοντας ἁρπάζειν ἀπὸ τῆς χώρας γυναῖκας.

τῶν μὲν οὖν Κυκλάδων νήσων αἱ μὲν ὁλοσχερῶς ἔρημοι ὑπῆρχον, αἱ δʼ ὀλίγοις οἰκούμεναι· διόπερ πορρωτέρω πλευσάντων αὐτῶν, καὶ ἀπὸ μὲν τῆς Εὐβοίας ἀποκρουσθέντων, τῇ δὲ Θετταλίᾳ προσενεχθέντων, οἱ περὶ τὸν Βούτην ἀποβάντες ἐπὶ τὴν χώραν περιέτυχον ταῖς Διονύσου τροφοῖς περὶ τὸ καλούμενον Δρίος τῷ θεῷ ὀργιαζούσαις ἐν τῇ Φθιώτιδι Ἀχαΐᾳ.

ὁρμησάντων δὲ τῶν

v.2.p.74
περὶ τὸν Βούτην, αἱ μὲν ἄλλαι ῥίψασαι τὰ ἱερὰ εἰς θάλατταν ἔφυγον, αἱ δʼ εἰς ὄρος τὸ καλούμενον Δρίος· κορωνίδα δʼ ἁρπαγεῖσαν συναναγκασθῆναι τῷ Βούτῃ συνοικῆσαι. ἐπὶ δὲ τῇ ἁρπαγῇ καὶ τῇ ὕβρει χαλεπῶς φέρουσαν ἐπικαλέσασθαι τὸν Διόνυσον βοηθῆσαι αὐτῇ. τὸν δὲ μανίαν ἐμβαλεῖν τῷ Βούτῃ, καὶ διὰ τοῦτο παρακόψαντα ῥῖψαι ἑαυτὸν εἴς τι φρέαρ καὶ τελευτῆσαι.