Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
ἐχομένη δὲ ταύτης ἐστὶ νῆσος ἡ προσαγορευομένη Σαρδώ, τῷ μὲν μεγέθει παραπλήσιος τῇ Σικελίᾳ, κατοικουμένη δʼ ὑπὸ βαρβάρων τῶν ὀνομαζομένων Ἰολαείων, οὓς νομίζουσιν ἀπογόνους εἶναι
ταύτης δὲ προεστηκὼς Ἰόλαος ὁ ἀδελφιδοῦς Ἡρακλέους καταλαβόμενος ᾤκισεν ἐν αὐτῇ πόλεις ἀξιολόγους, καὶ τὴν χώραν κατακληρουχήσας τοὺς μὲν λαοὺς προσηγόρευσεν ἀφʼ ἑαυτοῦ Ἰολαείους, κατεσκεύασε δὲ καὶ γυμνάσια καὶ θεῶν ναοὺς καὶ τἄλλα πάντα τὰ πρὸς βίον ἀνθρώπων εὐδαίμονα, ὧν ὑπομνήματα μέχρι τῶνδε τῶν καιρῶν διαμένει· τὰ μὲν γὰρ κάλλιστα πεδία τὴν προσηγορίαν ἀπʼ ἐκείνου λαβόντα Ἰολάεια καλεῖται, τὸ δὲ πλῆθος μέχρι τοῦ νῦν φυλάττει τὴν ἀπὸ Ἰολάου προσηγορίαν.
τοῦ δὲ περὶ τῆς ἀποικίας χρησμοῦ περιέχοντος ὅτι τοῖς τῆς ἀποικίας ταύτης κοινωνήσασι διαμενεῖ τὰ τῆς ἐλευθερίας ἅπαντα τὸν αἰῶνα, συνέβη τὸν χρησμὸν παραδόξως μέχρι τοῦ νῦν αὐτονομίαν τοῖς ἐγχωρίοις ἀσάλευτον φυλάξαι.