Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

μετὰ δὲ ταῦτα τὴν Εὐρώπην Ἀστέριος ὁ βασιλεὺς τῆς Κρήτης ἔγημεν· ἄπαις δʼ ὢν τοὺς τοῦ Διὸς παῖδας υἱοποιησάμενος διαδόχους τῆς βασιλείας ἀπέλιπε. τούτων δὲ Ῥαδάμανθυς μὲν τοῖς Κρησὶν ἐνομοθέτησε, Μίνως δὲ διαδεξάμενος τὴν βασιλείαν καὶ γήμας Ἰτώνην τὴν Λυκτίου Λύκαστον ἐγέννησεν, ὃς διαδεξάμενος τὴν ἀρχὴν καὶ γήμας Ἴδην τὴν Κορύβαντος ἐγέννησε Μίνωα τὸν δεύτερον, ὅν τινες Διὸς υἱὸν ἀναγράφουσιν. οὗτος πρῶτος Ἑλλήνων ναυτικὴν δύναμιν ἀξιόλογον συστησάμενος ἐθαλαττοκράτησε.

γήμας δὲ Πασιφάην τὴν Ἡλίου καὶ Κρήτης ἐγέννησε Δευκαλίωνα καὶ Κατρέα καὶ Ἀνδρόγεων καὶ Ἀριάδνην, καὶ ἕτερα τέκνα ἔσχε πλείονα νόθα. τῶν δὲ Μίνωος υἱῶν Ἀνδρόγεως μὲν εἰς τὰς Ἀθήνας κατήντησε Παναθηναίων συντελουμένων, Αἰγέως βασιλεύοντος, ἐν δὲ τοῖς ἀγῶσι νικήσας τοὺς ἀθλητὰς ἅπαντας συνήθης ἐγένετο τοῖς Πάλλαντος παισίν.

ἐνταῦθʼ ὁ μὲν Αἰγεὺς ὑποπτεύσας τὴν Ἀνδρόγεω φιλίαν,

v.1.p.493
μήποθʼ ὁ Μίνως βοηθήσας τοῖς υἱοῖς τοῦ Πάλλαντος ἀφέληται τὴν ἀρχήν, ἐπεβούλευσε τῷ Ἀνδρόγεῳ. βαδίζοντος οὖν αὐτοῦ εἰς τὰς Θήβας ἐπί τινα θεωρίαν, ἐδολοφόνησεν αὐτὸν διά τινων ἐγχωρίων περὶ Οἰνόην τῆς Ἀττικῆς.

Μίνως δὲ πυθόμενος τὴν κατὰ τὸν υἱὸν συμφοράν, ἧκεν εἰς τὰς Ἀθήνας δίκας αἰτῶν τοῦ Ἀνδρόγεω φόνου. οὐδενὸς δʼ αὐτῷ προσέχοντος, πρὸς μὲν Ἀθηναίους πόλεμον συνεστήσατο, ἀρὰς δὲ ἐποιήσατο τῷ Διὶ γενέσθαι κατὰ τὴν πόλιν τῶν Ἀθηναίων αὐχμὸν καὶ λιμόν. ταχὺ δὲ περὶ τὴν Ἀττικὴν καὶ τὴν Ἑλλάδα γενομένων αὐχμῶν καὶ φθαρέντων τῶν καρπῶν, συνελθόντες οἱ τῶν πόλεων ἡγεμόνες ἐπηρώτησαν τὸν θεὸν πῶς ἂν δύναιντο τῶν κακῶν ἀπαλλαγῆναι. ὁ δʼ ἔχρησεν ἐλθεῖν αὐτοὺς πρὸς Αἰακὸν τὸν Διὸς καὶ Αἰγίνης τῆς Ἀσωποῦ θυγατρός, καὶ κελεύειν ὑπὲρ αὐτῶν εὐχὰς ποιήσασθαι.

ὧν πραξάντων τὸ προσταχθέν, ὁ μὲν Αἰακὸς ἐπετέλεσε τὰς εὐχάς, καὶ ὁ αὐχμὸς παρὰ μὲν τοῖς ἄλλοις Ἕλλησιν ἐπαύσατο, παρὰ δὲ τοῖς Ἀθηναίοις μόνοις διέμεινεν· οὗ δὴ χάριν ἠναγκάσθησαν οἱ Ἀθηναῖοι τὸν θεὸν ἐπερωτῆσαι περὶ τῆς τῶν κακῶν ἀπαλλαγῆς. εἶθʼ ὁ μὲν θεὸς ἔχρησεν, ἐὰν τοῦ Ἀνδρόγεω φόνου τῷ Μίνῳ δίκας δῶσιν ἃς ἂν ἐκεῖνος δικάσῃ·

ὑπακουσάντων δὲ τῷ θεῷ τῶν Ἀθηναίων, προσέταξεν αὐτοῖς ὁ Μίνως διδόναι κόρους ἑπτὰ καὶ τὰς ἴσας κόρας διʼ ἐτῶν ἐννέα βορὰν τῷ Μινωταύρῳ ὅσον ἂν χρόνον ζῇ τὸ

v.1.p.494
τέρας. δόντων δʼ αὐτῶν, ἀπηλλάγησαν τῶν κακῶν οἱ κατὰ τὴν Ἀττικήν, καὶ ὁ Μίνως πολεμῶν ἐπαύσατο τὰς Ἀθήνας. διελθόντων δὲ ἐτῶν ἐννέα πάλιν ὁ Μίνως ἦλθεν εἰς τὴν Ἀττικὴν μετὰ μεγάλου στόλου, καὶ τοὺς δὶς ἑπτὰ κόρους ἀπαιτήσας ἔλαβε.

μελλόντων δʼ ἐκπλεῖν τῶν περὶ τὸν Θησέα, ὁ Αἰγεὺς συνέθετο πρὸς τὸν κυβερνήτην καὶ προσέταξεν αὐτῷ, ἐὰν μὲν ὁ Θησεὺς νικήσῃ τὸν Μινώταυρον, καταπλεῖν αὐτοὺς λευκοῖς ἱστίοις, ἐὰν δὲ ἀπόληται, μέλασι, καθάπερ καὶ πρότερον ποιεῖν εἰώθεσαν. καταπλευσάντων δʼ αὐτῶν εἰς Κρήτην Ἀριάδνη μὲν ἡ θυγάτηρ τοῦ Μίνωος ἠράσθη τοῦ Θησέως εὐπρεπείᾳ διαφέροντος, Θησεὺς δʼ εἰς λόγους ἐλθὼν αὐτῇ καὶ ταύτην συνεργὸν λαβών, τόν τε Μινώταυρον ἀπέκτεινε καὶ τὴν ἔξοδον τὴν τοῦ λαβυρίνθου παρʼ αὐτῆς μαθὼν διεσώθη.

ἀνακομιζόμενος δʼ εἰς τὴν πατρίδα καὶ κλέψας τὴν Ἀριάδνην ἔλαθεν ἐκπλεύσας νυκτός, καὶ κατῆρεν εἰς νῆσον τὴν τότε μὲν Δίαν, νῦν δὲ Νάξον προσαγορευομένην. καθʼ ὃν δὴ χρόνον μυθολογοῦσι Διόνυσον ἐπιφανέντα, καὶ διὰ τὸ κάλλος τῆς Ἀριάδνης ἀφελόμενον τοῦ Θησέως τὴν παρθένον, ἔχειν αὐτὴν ὡς γυναῖκα γαμετὴν ἀγαπωμένην διαφερόντως. μετὰ γοῦν τὴν τελευτὴν αὐτῆς διὰ τὴν φιλοστοργίαν ἀθανάτων καταξιῶσαι τιμῶν, καταστερίσαντα τὸν ἐν οὐρανῷ στέφανον Ἀριάδνης.