Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

Τληπόλεμον δὲ τὸν Ἡρακλέους ἐν Ἄργει κατοικοῦντα λέγουσιν ἀνελεῖν Λικύμνιον τὸν Ἠλεκτρύωνος ἐρίσαντα περί τινων, διὰ δὲ τὸν φόνον τοῦτον ἐξ Ἄργους φυγόντα εἰς Ῥόδον μετοικῆσαι· τὴν δὲ νῆσον ταύτην τότε κατῴκουν Ἕλληνες οἱ ὑπὸ Τριόπα τοῦ Φόρβαντος κατοικισθέντες.

τὸν δʼ οὖν Τληπόλεμον κοινῇ μετὰ

v.1.p.490
τῶν ἐγχωρίων τριμερῆ ποιῆσαι τὴν Ῥόδον, καὶ τρεῖς ἐν αὐτῇ καταστῆσαι πόλεις, Λίνδον, Ἰήλυσον, Κάμειρον· βασιλεῦσαι δʼ αὐτὸν πάντων τῶν Ῥοδίων διὰ τὴν τοῦ πατρὸς Ἡρακλέους δόξαν, καὶ κατὰ τοὺς ὕστερον χρόνους μετʼ Ἀγαμέμνονος ἐπὶ τὴν Τροίαν στρατεῦσαι.

ἐπεὶ δὲ περὶ Ἡρακλέους καὶ τῶν ἀπογόνων αὐτοῦ διήλθομεν, οἰκεῖον ἂν εἴη περὶ Θησέως εἰπεῖν διὰ τὸ τοῦτον ζηλωτὴν γενέσθαι τῶν Ἡρακλέους ἄθλων. Θησεὺς τοίνυν γεγονὼς Αἴθρας τῆς Πιτθέως καὶ Ποσειδῶνος, τραφεὶς ἐν Τροιζῆνι παρὰ Πιτθεῖ τῷ μητροπάτορι, καὶ τὰ μυθολογούμενα σύμβολα ἀνῃρημένος τὰ ὑπὸ Αἰγέως ὑπό τινι πέτρᾳ τεθειμένα, κατήντησεν εἰς τὰς Ἀθήνας. διεξιὼν δʼ, ὥς φασι, τὴν παραθαλάττιον, καὶ ζηλωτὴς ὢν τῆς Ἡρακλέους ἀρετῆς, ἐπεβάλετο τελεῖν ἄθλους περιέχοντας ἀποδοχήν τε καὶ δόξαν.

πρῶτον μὲν οὖν ἀνεῖλε τὸν ὀνομαζόμενον Κορυνήτην, χρώμενον τῇ προσαγορευομένῃ κορύνῃ, ὅπερ ἦν ὅπλον ἀμυντήριον, καὶ τοὺς παριόντας ἀποκτείνοντα, δεύτερον δὲ τὸν ἐν Ἰσθμῷ κατοικοῦντα Σίνιν.

οὗτος γὰρ δύο πίτυς κάμπτων, καὶ πρὸς ἑκατέραν τὸν ἕνα βραχίονα προσδεσμεύων, ἄφνω τὰς πίτυς ἠφίει· διόπερ τῶν σωμάτων διὰ τὴν βίαν ἀποσπωμένων συνέβαινε τοὺς ἀτυχοῦντας μετὰ μεγάλης τιμωρίας τελευτᾶν.

τρίτον δὲ τὴν ἐν Κρομμυῶνι ὑπάρχουσαν ὗν ἀγρίαν, διαφέρουσαν ἀλκῇ τε καὶ μεγέθει καὶ

v.1.p.491
πολλοὺς ἀνθρώπους ἀναιροῦσαν, ἀπέκτεινεν. ἐκόλασε δὲ καὶ Σκείρωνα τὸν οἰκοῦντα τῆς Μεγαρίδος τὰς ὀνομαζομένας ἀπʼ ἐκείνου Σκειρωνίδας πέτρας· οὗτος γὰρ εἰώθει τοὺς παριόντας ἀναγκάζειν ἀπονίπτειν ἑαυτὸν ἐπί τινος ἀποκρήμνου τόπου, λακτίσματι δʼ ἄφνω τύπτων περιεκύλιε κατὰ τῶν κρημνῶν εἰς θάλατταν κατὰ τὴν ὀνομαζομένην Χελώνην.