Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τὴν

v.1.p.484
δʼ οὖν Μήδειαν ἐν Θήβαις φασὶ καταλαβοῦσαν Ἡρακλέα μανικῷ πάθει συνεχόμενον καὶ τοὺς υἱοὺς ἀπεκταγκότα, φαρμάκοις αὐτὸν ἰάσασθαι. τοῦ δʼ Εὐρυσθέως ἐπικειμένου τοῖς προστάγμασιν, ἀπογνοῦσαν τὴν κατὰ τὸ παρὸν ἐκ τούτου βοήθειαν καταφυγεῖν εἰς Ἀθήνας πρὸς Αἰγέα τὸν Πανδίονος.

ἐνταῦθα δʼ οἱ μέν φασιν αὐτὴν Αἰγεῖ συνοικήσασαν γεννῆσαι Μῆδον τὸν ὕστερον Μηδίας βασιλεύσαντα, τινὲς δʼ ἱστοροῦσιν ὑφʼ Ἱππότου τοῦ Κρέοντος ἐξαιτουμένην τυχεῖν κρίσεως καὶ τῶν ἐγκλημάτων ἀπολυθῆναι.

μετὰ δὲ ταῦτα Θησέως ἐπανελθόντος ἐκ Τροιζῆνος εἰς τὰς Ἀθήνας, ἐγκληθεῖσαν ἐπὶ φαρμακείᾳ φυγεῖν ἐκ τῆς πόλεως· δόντος δʼ Αἰγέως τοὺς παραπέμψοντας εἰς ἣν βούλοιτο χώραν, εἰς τὴν Φοινίκην κομισθῆναι.

ἐντεῦθεν δʼ εἰς τοὺς ἄνω τόπους τῆς Ἀσίας ἀναβᾶσαν συνοικῆσαί τινι τῶν ἐπιφανῶν βασιλέων, ἐξ οὗ γεννῆσαι παῖδα Μῆδον· καὶ τὸν παῖδα μετὰ τὴν τοῦ πατρὸς τελευτὴν διαδεξάμενον τὴν βασιλείαν θαυμασθῆναί τε κατὰ τὴν ἀνδρείαν καὶ τοὺς λαοὺς ἀφʼ ἑαυτοῦ Μήδους ὀνομάσαι.

καθόλου δὲ διὰ τὴν τῶν τραγῳδῶν τερατείαν ποικίλη τις διάθεσις καὶ διάφορος ἱστορία περὶ Μηδείας ἐξενήνεκται, καί τινες χαρίζεσθαι βουλόμενοι τοῖς Ἀθηναίοις φασὶν αὐτὴν ἀναλαβοῦσαν τὸν ἐξ Αἰγέως Μῆδον εἰς Κόλχους διασωθῆναι· κατὰ δὲ τοῦτον τὸν χρόνον Αἰήτην ἐκ τῆς βασιλείας

v.1.p.485
ὑπὸ τἀδελφοῦ Πέρσου βιαίως ἐκπεπτωκότα τὴν ἀρχὴν ἀνακτήσασθαι, Μήδου τοῦ Μηδείας ἀνελόντος τὸν Πέρσην· μετὰ δὲ ταῦτα δυνάμεως ἐγκρατῆ γενόμενον τὸν Μῆδον πολλὴν ἐπελθεῖν τῆς ὑπὲρ τὸν Πόντον Ἀσίας, καὶ κατασχεῖν τὴν ἀπʼ ἐκείνου Μηδίαν προσαγορευθεῖσαν.

ἀλλὰ γὰρ τὸ πάσας τὰς ἀποφάσεις τῶν περὶ τῆς Μηδείας μυθολογησάντων ἀναγράφειν οὐκ ἀναγκαῖον ἅμα καὶ μακρὸν εἶναι κρίνοντες τὰ καταλειπόμενα τῆς περὶ τῶν Ἀργοναυτῶν ἱστορίας προσθήσομεν.