Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

καθόλου δὲ πᾶσι τοῖς συγγενέσιν ἐπαγγειλάμενον ἐπιεικῶς καὶ μεγαλοψύχως προσενεχθήσεσθαι, συναγαγεῖν εἰς ἐκκλησίαν τὰ πλήθη. ἀπολογησάμενον δὲ περὶ τῶν πεπραγμένων, καὶ διδάξαντα διότι τοὺς προαδικήσαντας ἠμύνατο, τιμωρίαν ἐλάττονα λαβὼν ὧν αὐτὸς πέπονθεν, Ἀκάστῳ μὲν τῷ Πελίου τὴν πατρῴαν βασιλείαν παραδοῦναι, τῶν δὲ τοῦ βασιλέως θυγατέρων ἀξιῶσαι αὐτὸν φροντίδα ποιήσασθαι.

καὶ πέρας συντελέσαι τὴν ὑπόσχεσιν αὐτόν φασι μετά τινα χρόνον συνοικίσαντα πάσας τοῖς ἐπιφανεστάτοις. Ἄλκηστιν μὲν γὰρ τὴν πρεσβυτάτην ἐκδοῦναι πρὸς γάμον Ἀδμήτῳ τῷ Φέρητος Θετταλῷ, Ἀμφινόμην δὲ Ἀνδραίμονι Λεοντέως ἀδελφῷ, Εὐάδνην δὲ Κάνῃ τῷ Κεφάλου, Φωκέων τότε βασιλεύοντι. ταῦτα μὲν αὐτὸν ὕστερον πρᾶξαι, τότε δὲ μετὰ τῶν ἀριστέων εἰς Ἰσθμὸν τὸν ἐν Πελοποννήσῳ πλεύσαντα θυσίαν ἐπιτελέσαι τῷ Ποσειδῶνι καὶ καθιερῶσαι τὴν Ἀργὼ τῷ θεῷ.

ἀποδοχῆς δὲ μεγάλης τυγχάνοντα παρὰ τῷ βασιλεῖ τῶν Κορινθίων

v.1.p.480
Κρέοντι μετασχεῖν τῆς πολιτείας καὶ τὸν λοιπὸν χρόνον ἐν τῇ Κορίνθῳ κατοικῆσαι.

μελλόντων δὲ τῶν Ἀργοναυτῶν εἰς τὰς πατρίδας διαχωρίζεσθαι, φασὶ τὸν Ἡρακλέα συμβουλεῦσαι τοῖς ἀριστεῦσι πρὸς τὰ παράδοξα τῆς τύχης ἀλλήλοις ὅρκους δοῦναι συμμαχήσειν, ἐάν τις βοηθείας προσδεηθῇ· ἐκλέξασθαι δὲ καὶ τῆς Ἑλλάδος τὸν ἐπιφανέστατον τόπον εἰς ἀγώνων θέσιν καὶ πανήγυριν κοινήν, καὶ καθιερῶσαι τὸν ἀγῶνα τῷ μεγίστῳ τῶν θεῶν Διὶ Ὀλυμπίῳ.

συνομοσάντων δὲ τῶν ἀριστέων περὶ τῆς συμμαχίας, καὶ τὴν διάταξιν τῶν ἀγώνων ἐπιτρεψάντων Ἡρακλεῖ, φασὶ τοῦτον τὸν τόπον προκρῖναι πρὸς τὴν πανήγυριν τῆς τῶν Ἠλείων χώρας τὸν παρὰ τὸν Ἀλφειόν. διὸ καὶ τὴν παραποταμίαν καθιερώσαντα τῷ μεγίστῳ τῶν θεῶν, Ὀλυμπίαν ἀπʼ ἐκείνου προσαγορεῦσαι. ὑποστησάμενον δʼ ἱππικὸν ἀγῶνα καὶ γυμνικόν, τά τε περὶ τῶν ἄθλων διατάξαι καὶ θεωροὺς ἀποστεῖλαι τοὺς ταῖς πόλεσι προεροῦντας τὴν θέαν τῶν ἀγώνων.