Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
ἴδιον δέ τι συνέβη καὶ κατὰ τὴν γένεσιν τοῦ θεοῦ τούτου συντελεσθῆναι. Ζεὺς γὰρ πρώτῃ μὲν ἐμίγη γυναικὶ θνητῇ Νιόβῃ τῇ Φορωνέως, ἐσχάτῃ δʼ Ἀλκμήνῃ· ταύτην δʼ ἀπὸ Νιόβης ἑκκαιδεκάτην οἱ μυθογράφοι γενεαλογοῦσιν· ὥστε τοῦ γεννᾶν ἀνθρώπους ἐκ μὲν τῶν ταύτης ταύτης προγόνων ἤρξατο, εἰς αὐτὴν δὲ ταύτην κατέληξεν· ἐν ταύτῃ γὰρ τὰς πρὸς θνητὴν ὁμιλίας κατέλυσε, καὶ κατὰ τοὺς ὕστερον χρόνους οὐδένα τούτων γεννήσειν ἄξιον ἐλπίζων οὐκ ἐβουλήθη τοῖς κρείττοσιν ἐπεισάγειν τὰ χείρω.
μετὰ δὲ ταῦτα τῶν περὶ τὴν Παλλήνην γιγάντων
Ζεὺς δέ, Προμηθέως παραδόντος τὸ πῦρ τοῖς ἀνθρώποις, δεσμοῖς κατελάβετο καὶ παρέστησεν ἀετὸν τὸν ἐσθίοντα τὸ ἧπαρ αὐτοῦ. Ἡρακλῆς δʼ ὁρῶν τῆς τιμωρίας αὐτὸν τυγχάνοντα διὰ τὴν τῶν ἀνθρώπων εὐεργεσίαν, τὸν μὲν ἀετὸν κατετόξευσε, τὸν δὲ Δία πείσας λῆξαι τῆς ὀργῆς ἔσωσε τὸν κοινὸν εὐεργέτην.
μετὰ δὲ ταῦτα ἔλαβεν ἆθλον ἀγαγεῖν τὰς Διομήδους τοῦ Θρᾳκὸς ἵππους. αὗται δὲ χαλκᾶς μὲν φάτνας εἶχον διὰ τὴν ἀγριότητα, ἁλύσεσι δὲ σιδηραῖς διὰ τὴν ἰσχὺν ἐδεσμεύοντο, τροφὴν δʼ ἐλάμβανον οὐ τὴν ἐκ γῆς φυομένην, ἀλλὰ τὰ τῶν ξένων μέλη διαιρούμεναι τροφὴν εἶχον τὴν συμφορὰν τῶν ἀκληρούντων. ταύτας ὁ Ἡρακλῆς βουλόμενος χειρώσασθαι τὸν κύριον Διομήδην παρέβαλε, καὶ ταῖς τοῦ παρανομεῖν διδάξαντος σαρξὶν ἐκπληρώσας τὴν ἔνδειαν τῶν ζῴων εὐπειθεῖς ἔσχεν.
Εὐρυσθεὺς δʼ
Ἡρακλῆς δὲ λαβὼν πρόσταγμα τὸν Ἱππολύτης τῆς Ἀμαζόνος ἐνεγκεῖν ζωστῆρα, τὴν ἐπὶ τὰς Ἀμαζόνας στρατείαν ἐποιήσατο. πλεύσας οὖν εἰς τὸν Εὔξεινον ἀπʼ ἐκείνου κληθέντα Πόντον, καὶ καταπλεύσας ἐπὶ τὰς ἐκβολὰς τοῦ Θερμώδοντος ποταμοῦ, πλησίον Θεμισκύρας πόλεως κατεστρατοπέδευσεν, ἐν ᾗ τὰ βασίλεια τῶν Ἀμαζόνων ὑπῆρχε.
καὶ τὸ μὲν πρῶτον ᾔτει παρʼ αὐτῶν τὸν προστεταγμένον ζωστῆρα· ὡς δʼ οὐχ ὑπήκουον, συνῆψε μάχην αὐταῖς. τὸ μὲν οὖν ἄλλο πλῆθος αὐτῶν ἀντετάχθη τοῖς πολλοῖς, αἱ δὲ τιμιώταται κατʼ αὐτὸν ταχθεῖσαι τὸν Ἡρακλέα μάχην καρτερὰν συνεστήσαντο. πρώτη μὲν γὰρ αὐτῷ συνάψασα μάχην Ἄελλα, καὶ διὰ τὸ τάχος ταύτης τετευχυῖα τῆς προσηγορίας, ὀξύτερον εὗρεν αὑτῆς τὸν ἀντιταχθέντα. δευτέρα δὲ Φιλιππὶς εὐθὺς ἐκ τῆς πρώτης συστάσεως καιρίῳ πληγῇ περιπεσοῦσα διεφθάρη. μετὰ δὲ ταῦτα Προθόῃ συνῆψε μάχην, ἣν ἐκ προκλήσεως ἔφασαν ἑπτάκις νενικηκέναι τὸν ἀντιταξάμενον. πεσούσης δὲ καὶ ταύτης, τετάρτην ἐχειρώσατο τὴν ὀνομαζομένην Ἐρίβοιαν. αὕτη δὲ