Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

καὶ τὴν μὲν φωνὴν ὀξεῖαν προβάλλοντες, τῶν δὲ παρὰ τοῖς ἄλλοις ἐπιτηδευομένων εἰς βίον ἥμερον οὐδʼ ὁτιοῦν ἔχοντες, μεγάλην ποιοῦσι πρὸς τὰ καθʼ ἡμᾶς ἔθη τὴν διαφοράν.

καθοπλίζονται δʼ αὐτῶν οἱ μὲν ἀσπίσιν ὠμοβοΐναις καὶ μικροῖς δόρασιν, οἱ δὲ ἀκοντίοις ἀναγκύλοις, ἐνίοτε δὲ ξυλίνοις τόξοις τετραπήχεσιν, οἷς τοξεύουσι μὲν τῷ ποδὶ προσβαίνοντες, ἀναλωθέντων δὲ τῶν οἰστῶν σκυτάλαις ξυλίναις διαγωνίζονται. καθοπλίζουσι δὲ καὶ τὰς γυναῖκας, ὁρίζοντες αὐταῖς τεταγμένην ἡλικίαν, ὧν ταῖς πλείσταις νόμιμόν ἐστι χαλκοῦν κρίκον φέρειν ἐν τῷ χείλει τοῦ στόματος.

ἐσθῆτι δέ τινες μὲν αὐτῶν ἁπλῶς οὐ χρῶνται, γυμνῆτα βίον ἔχοντες διʼ αἰῶνος καὶ πρὸς μόνα τὰ καύματα ποριζόμενοι βοήθειαν αὐτουργὸν ἐκ τοῦ παραπεσόντος· τινὲς δὲ τῶν προβάτων τὰς οὐρὰς ἀποκόπτοντες ἐκ τῶν ὄπισθεν καλύπτουσι διὰ τούτων τὰ ἰσχία, καθάπερ αἰδῶ ταύτην προβαλλόμενοι· ἔνιοι δὲ χρῶνται ταῖς δοραῖς τῶν κτηνῶν, εἰσὶ δʼ οἳ περιζώμασι μέχρι μέσου τὸ

v.1.p.277
σῶμα καλύπτουσιν, ἐκ τῶν τριχῶν πλέκοντες, ὡς ἂν τῶν παρʼ αὐτοῖς προβάτων ὄντων μὴ φερόντων ἔρια διὰ τὴν ἰδιότητα τῆς χώρας.

τροφῇ δὲ χρῶνται τινὲς μὲν λαμβάνοντες τὸν γεννώμενον ἐν τοῖς ὕδασι καρπόν, ὃς αὐτοφυὴς ἀνατέλλει περί τε τὰς λίμνας καὶ τοὺς ἑλώδεις τόπους, τινὲς δὲ τῆς ἁπαλωτάτης ὕλης τοὺς ἀκρεμόνας περικλῶντες, οἷς καὶ τὰ σώματα σκιάζοντες περὶ τὰς μεσημβρίας καταψύχουσιν, ἔνιοι δὲ σπείροντες σήσαμον καὶ λωτόν, εἰσὶ δʼ οἳ ταῖς ῥίζαις τῶν καλάμων ταῖς ἁπαλωτάταις διατρεφόμενοι. οὐκ ὀλίγοι δʼ αὐτῶν καὶ ταῖς τοξείαις ἐνηθληκότες τῶν πτηνῶν εὐστόχως πολλὰ τοξεύουσι, διʼ ὧν τὴν τῆς φύσεως ἔνδειαν ἀναπληροῦσιν· οἱ πλεῖστοι δὲ τοῖς ἀπὸ τῶν βοσκημάτων κρέασι καὶ γάλακτι καὶ τυρῷ τὸν πάντα βίον διαζῶσι.