Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τούτων δὲ τῶν γενῶν τὰ μὲν πρὸς ἑσπέραν μέρη κατοικοῦσιν Αἰθίοπες οἱ προσαγορευόμενοι Σιμοί, τὰ δὲ πρὸς μεσημβρίαν κεκλιμένα νέμεται τὸ τῶν Στρουθοφάγων γένος.

ἔστι γὰρ παρʼ αὐτοῖς ὀρνέου τι γένος μεμιγμένην ἔχον τὴν φύσιν τῷ χερσαίῳ ζῴῳ, διʼ ἣν τῆς συνθέτου τέτευχε προσηγορίας. τοῦτο δὲ μεγέθει μὲν οὐ λείπεται τῆς μεγίστης ἐλάφου, τὸν δὲ αὐχένα μακρὸν ἔχον καὶ περιφερεῖς τὰς πλευρὰς καὶ πτερωτὰς ὑπὸ τῆς φύσεως δεδημιούργηται. καὶ κεφάλιον μὲν ἀσθενὲς ἔχει καὶ μικρόν, μηροῖς δὲ καὶ κώλοις ὑπάρχει καρτερώτατον,

v.1.p.304

διχήλου τῆς βάσεως οὔσης. τοῦτο πέτεσθαι μὲν μετέωρον οὐ δύναται διὰ τὸ βάρος, τρέχει δὲ πάντων ὠκύτατον, μικρὸν ἄκροις τοῖς ποσὶ τῆς γῆς ἐπιψαῦον· μάλιστα δʼ ὅταν κατʼ ἀνέμου πνοὰς ἐξαίρῃ τὰς πτέρυγας, ὑπεξάγει καθαπερεί τις ναῦς ἱστιοδρομοῦσα· τοὺς δὲ διώκοντας ἀμύνεται διὰ τῶν ποδῶν ἀποσφενδονῶν παραδόξως λίθους χειροπληθιαίους.

ὅταν δʼ ἐν νηνεμίᾳ διώκηται, ταχὺ συνιδρουσῶν τῶν πτερύγων ἀδυνατεῖ χρήσασθαι τοῖς τῆς φύσεως προτερήμασι, καὶ ῥᾳδίως καταλαμβανόμενον ἁλίσκεται.

τούτων δὲ τῶν ζῴων ἀμυθήτων ὄντων τῷ πλήθει κατὰ τὴν χώραν, οἱ βάρβαροι παντοδαπὰς μηχανὰς ἐπινοοῦσι κατʼ αὐτῶν τῆς θήρας· ῥᾳδίως δὲ πολλῶν ἁλισκομένων ταῖς μὲν σαρξὶ χρῶνται πρὸς διατροφήν, ταῖς δὲ δοραῖς πρὸς ἐσθῆτα καὶ στρωμνήν.

ὑπὸ δὲ τῶν Σιμῶν ὀνομαζομένων Αἰθιόπων πολεμούμενοι διακινδυνεύουσι πρὸς τοὺς ἐπιτιθεμένους, ὅπλοις ἀμυντηρίοις χρώμενοι τοῖς τῶν ὀρύγων κέρασι· ταῦτα δὲ μεγάλα καὶ τμητικὰ καθεστῶτα μεγάλην παρέχεται χρείαν, δαψιλείας οὔσης κατὰ τὴν χώραν διὰ τὸ πλῆθος τῶν ἐχόντων αὐτὰ ζῴων.

βραχὺ δὲ τούτων ἀπέχοντες Ἀκριδοφάγοι κατοικοῦσι τὰ συνορίζοντα πρὸς τὴν ἔρημον, ἄνθρωποι μικρότεροι μὲν τῶν ἄλλων, ἰσχνοὶ δὲ τοῖς ὄγκοις, μέλανες δὲ καθʼ ὑπερβολήν. κατὰ γὰρ τὴν ἐαρινὴν ὥραν παρʼ αὐτοῖς ζέφυροι καὶ λίβες παμμεγέθεις

v.1.p.305
ἐκριπτοῦσιν ἐκ τῆς ἐρήμου πλῆθος ἀκρίδων ἀμύθητον, τοῖς τε μεγέθεσι διαλλάττον καὶ τῇ χρόᾳ τοῦ πτερώματος εἰδεχθὲς καὶ ῥυπαρόν.

ἐκ τούτου δαψιλεῖς τροφὰς ἔχουσιν ἅπαντα τὸν βίον, ἰδιοτρόπως αὐτῶν ποιούμενοι τὴν θήραν. παρὰ γὰρ τὴν χώραν αὐτῶν ἐπὶ πολλοὺς σταδίους παρήκει χαράδρα βάθος ἔχουσα καὶ πλάτος ἀξιόλογον· ταύτην πληροῦσιν ἀγρίας ὕλης, οὔσης ἀφθόνου κατὰ τὴν χώραν· ἔπειθʼ ὅταν τῶν προειρημένων ἀνέμων πνεόντων προσφέρηται τὰ νέφη τῶν ἀκρίδων, καταδιελόμενοι πάντα τὸν τῆς χαράδρας τόπον πυροῦσι τὸν ἐν αὐτῇ χόρτον.

ἐγειρομένου δὲ καπνοῦ πολλοῦ καὶ δριμέος, αἱ μὲν ἀκρίδες ὑπερπετόμεναι τὴν χαράδραν, καὶ διὰ τὴν τοῦ καπνοῦ δριμύτητα πνιγόμεναι, καταπίπτουσιν ἐπὶ τὴν γῆν ὀλίγον διαπετασθεῖσαι τόπον, τῆς δὲ τούτων ἀπωλείας ἐπὶ πλείονας ἡμέρας γινομένης μεγάλοι διανίστανται σωροί· καὶ τῆς χώρας ἐχούσης ἁλμυρίδα πολλήν, πάντες προσφέρουσι ταύτην ἀθρόοις τοῖς σωροῖς, καὶ διατήξαντες οἰκείως ποιοῦσι τήν τε γεῦσιν πρόσφορον καὶ τὸν ἀποθησαυρισμὸν ἄσηπτον καὶ πολυχρόνιον.

ἡ μὲν οὖν διατροφὴ τούτοις παραχρῆμα καὶ τὸν ὕστερον χρόνον ἀπὸ τούτων τῶν ζῴων ὑπάρχει· οὔτε γὰρ κτηνοτροφοῦσιν οὔτε θαλάττης ἐγγὺς οἰκοῦσιν οὔτε ἄλλης ἐπικουρίας οὐδεμιᾶς τυγχάνουσι· τοῖς δὲ σώμασιν ὄντες κοῦφοι καὶ τοῖς ποσὶν ὀξύτατοι βραχύβιοι παντελῶς εἰσιν, ὡς ἂν τῶν πολυχρονιωτάτων παρʼ αὐτοῖς οὐχ ὑπερβαλλόντων ἔτη τετταράκοντα.