Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

οὗτοι δὲ συνηρπάγησαν εἰς καθαρμὸν τῆς χώρας, ὄντες ἀλλοεθνεῖς. νόμιμον γὰρ ἦν τοῖς τῇδε κατοικοῦσιν Αἰθίοψι παραδεδομένον ἐκ παλαιῶν χρόνων, χρησμοῖς θεῶν κεκυρωμένον, διὰ γενεῶν μὲν εἴκοσιν, ἐτῶν δʼ ἑξακοσίων, τῆς γενεᾶς ἀριθμουμένης τριακονταετοῦς· τοῦ δὲ καθαρμοῦ γινομένου δυσὶν ἀνθρώποις ἦν αὐτοῖς πλοιάριον κατεσκευασμένον τῷ μεγέθει σύμμετρον, τούς τʼ ἐν τῇ θαλάττῃ χειμῶνας ἀναφέρειν ἰσχῦον καὶ ῥᾳδίως ὑπὸ δυοῖν ἀνθρώπων ὑπηρετεῖσθαι δυνάμενον· εἰς δὲ τοῦτο τροφὴν δυσὶν ἀνθρώποις ἱκανὴν εἰς ἓξ μῆνας ἐνθέμενοι, καὶ τοὺς ἄνδρας ἐμβιβάσαντες, προσέταττον ἀνάγεσθαι κατὰ τὸν χρησμόν. πλεῖν δὲ διεκελεύοντο πρὸς τὴν μεσημβρίαν·

ἥξειν γὰρ αὐτοὺς εἰς νῆσον εὐδαίμονα καὶ ἐπιεικεῖς ἀνθρώπους, παρʼ οἷς μακαρίως ζήσεσθαι. ὁμοίως δὲ καὶ τὸ ἑαυτῶν ἔθνος ἔφασαν, ἐὰν μὲν οἱ πεμφθέντες εἰς τὴν νῆσον διασωθῶσιν, ἑξακοσίων ἐτῶν εἰρήνης καὶ βίου κατὰ πᾶν εὐδαίμονος ἀπολαύσειν· εἰ δὲ καταπλαγέντες τὸ μῆκος τοῦ πελάγους εἰς τοὐπίσω ποιήσονται τὸν πλοῦν, ὡς ἀσεβεῖς καὶ λυμεῶνας ὅλου τοῦ ἔθνους τιμωρίαις περιπεσεῖσθαι ταῖς μεγίσταις.

τοὺς μὲν οὖν Αἰθίοπάς φασι μεγάλην πανήγυριν ἀγαγεῖν παρὰ τὴν θάλατταν, καὶ θυσίας μεγαλοπρεπεῖς ἐπιτελέσαντας καταστέψαι

v.1.p.259
τοὺς σκεψομένους καὶ καθαρμὸν ποιησομένους τοῦ ἔθνους ἐξαποστεῖλαι.

τούτους δὲ πλεύσαντας πέλαγος μέγα καὶ χειμασθέντας ἐν μησὶ τέτταρσι προσενεχθῆναι τῇ προσημανθείσῃ νήσῳ, στρογγύλῃ μὲν ὑπαρχούσῃ τῷ σχήματι, τὴν δὲ περίμετρον ἐχούσῃ σταδίων ὡς πεντακισχιλίων.

ἤδη δʼ αὐτῶν ἐγγιζόντων τῇ νήσῳ τῶν ἐγχωρίων τινὰς ἀπαντήσαντας καταγαγεῖν τὸ σκάφος· τοὺς δὲ κατὰ τὴν νῆσον συνδραμόντας θαυμάζειν μὲν τὸν τῶν ξένων κατάπλουν, προσενεχθῆναι δὲ αὐτοῖς ἐπιεικῶς καὶ μεταδιδόναι τῶν παρʼ αὐτοῖς χρησίμων.

εἶναι δὲ τοὺς τὴν νῆσον οἰκοῦντας ταῖς τε τῶν σωμάτων ἰδιότησι καὶ ταῖς ἀγωγαῖς πολὺ διαλλάττοντας τῶν κατὰ τὴν ἡμετέραν οἰκουμένην· πάντας μὲν γὰρ παραπλησίους εἶναι τοῖς ἀναπλάσμασι τῶν σωμάτων, καὶ κατὰ τὸ μέγεθος ὑπεράγειν τοὺς τέτταρας πήχεις, τὰ δὲ ὀστᾶ τοῦ σώματος ἔχειν ἐπὶ ποσὸν καμπτόμενα καὶ πάλιν ἀποκαθιστάμενα παραπλησίως τοῖς νευρώδεσι τόποις.

εἶναι δὲ τοῖς σώμασιν ἁπαλοὺς μὲν καθʼ ὑπερβολήν, εὐτονωτέρους δὲ πολὺ τῶν παρʼ ἡμῖν· δραξαμένων γὰρ αὐτῶν ταῖς χερσὶν ὁδηποτοῦν μηδένα δύνασθαι τὸ τοῖς δακτύλοις περιληφθὲν ἐκτρέψαι. τρίχας δʼ ἁπλῶς μηδαμῇ τοῦ σώματος ἔχειν πλὴν ἐν τῇ κεφαλῇ καὶ ὀφρύσι καὶ βλεφάροις, ἔτι δὲ καὶ πώγωνι, τὰ δὲ ἄλλα μέρη τοῦ σώματος οὕτω λεῖα ὥστε μηδὲ τὸν ἐλάχιστον χνοῦν ἐν τῷ σώματι φαίνεσθαι.