Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
οὐχ ἥκιστα δʼ ἄν τις πυθόμενος τὰ περὶ τοὺς τετελευτηκότας νόμιμα τῶν Αἰγυπτίων θαυμάσαι τὴν ἰδιότητα τῶν ἐθῶν. ὅταν γάρ τις ἀποθάνῃ παρʼ αὐτοῖς, οἱ μὲν συγγενεῖς καὶ φίλοι πάντες καταπλαττόμενοι πηλῷ τὰς κεφαλὰς περιέρχονται τὴν πόλιν θρηνοῦντες, ἕως ἂν ταφῆς τύχῃ τὸ σῶμα. οὐ μὴν οὔτε λουτρῶν οὔτε οἴνου οὔτε τῆς ἄλλης τροφῆς ἀξιολόγου μεταλαμβάνουσιν, οὔτε ἐσθῆτας λαμπρὰς περιβάλλονται.
τῶν δὲ ταφῶν τρεῖς ὑπάρχουσι τάξεις, ἥ τε πολυτελεστάτη καὶ μέση καὶ ταπεινοτάτη. κατὰ μὲν οὖν τὴν πρώτην ἀναλίσκεσθαί φασιν ἀργυρίου τάλαντον, κατὰ δὲ τὴν δευτέραν
οἱ μὲν οὖν τὰ σώματα θεραπεύοντές εἰσι τεχνῖται, τὴν ἐπιστήμην ταύτην ἐκ γένους παρειληφότες· οὗτοι δὲ γραφὴν ἑκάστου τῶν εἰς τὰς ταφὰς δαπανωμένων τοῖς οἰκείοις τῶν τελευτησάντων προσενέγκαντες ἐπερωτῶσι τίνα τρόπον βούλονται τὴν θεραπείαν γενέσθαι τοῦ σώματος.
διομολογησάμενοι δὲ περὶ πάντων καὶ τὸν νεκρὸν παραλαβόντες, τοῖς τεταγμένοις ἐπὶ τὴν κατειθισμένην ἐπιμέλειαν τὸ σῶμα παραδιδόασι. καὶ πρῶτος μὲν ὁ γραμματεὺς λεγόμενος τεθέντος χαμαὶ τοῦ σώματος ἐπὶ τὴν λαγόνα περιγράφει τὴν εὐώνυμον ὅσον δεῖ διατεμεῖν· ἔπειτα δʼ ὁ λεγόμενος παρασχίστης λίθον ἔχων Αἰθιοπικὸν καὶ διατεμὼν ὡς ὁ νόμος κελεύει τὴν σάρκα, παραχρῆμα φεύγει δρόμῳ, διωκόντων τῶν συμπαρόντων καὶ λίθοις βαλλόντων, ἔτι δὲ καταρωμένων καὶ καθαπερεὶ τὸ μύσος εἰς ἐκεῖνον τρεπόντων· ὑπολαμβάνουσι γὰρ μισητὸν εἶναι πάντα τὸν ὁμοφύλῳ σώματι βίαν προσφέροντα καὶ τραύματα ποιοῦντα καὶ καθόλου τι κακὸν ἀπεργαζόμενον.