Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
προσετέτακτο δὲ καὶ πᾶσι τοῖς Αἰγυπτίοις ἀπογράφεσθαι πρὸς τοὺς ἄρχοντας ἀπὸ τίνων
εἰ δέ τις ἑκουσίως ἀποκτείναι τὸν ἐλεύθερον ἢ τὸν δοῦλον, ἀποθνήσκειν τοῦτον οἱ νόμοι προσέταττον, ἅμα μὲν βουλόμενοι μὴ ταῖς διαφοραῖς τῆς τύχης, ἀλλὰ ταῖς τῶν πράξεων ἐπιβολαῖς εἴργεσθαι πάντας ἀπὸ τῶν φαύλων, ἅμα δὲ διὰ τῆς τῶν δούλων φροντίδος ἐθίζοντες τοὺς ἀνθρώπους πολὺ μᾶλλον εἰς τοὺς ἐλευθέρους μηδὲν ὅλως ἐξαμαρτάνειν.
καὶ κατὰ μὲν τῶν γονέων τῶν ἀποκτεινάντων τὰ τέκνα θάνατον μὲν οὐχ ὥρισαν, ἡμέρας δὲ τρεῖς καὶ νύκτας ἴσας συνεχῶς ἦν ἀναγκαῖον περιειληφότας τὸν νεκρὸν ὑπομένειν φυλακῆς παρεδρευούσης δημοσίας· οὐ γὰρ δίκαιον ὑπελήφθη τὸ τοῦ βίου στερίσκειν τοὺς τὸν βίον τοῖς παισὶ δεδωκότας, νουθετήσει δὲ μᾶλλον λύπην ἐχούσῃ καὶ μεταμέλειαν ἀποτρέπειν τῶν τοιούτων ἐγχειρημάτων·
κατὰ δὲ τῶν τέκνων τῶν γονεῖς φονευσάντων τιμωρίαν ἐξηλλαγμένην ἔθηκαν· ἔδει γὰρ τοὺς καταδικασθέντας ἐπὶ τούτοις καλάμοις ὀξέσι δακτυλιαῖα μέρη τοῦ σώματος κατατμηθέντας ἐπʼ ἀκάνθαις κατακάεσθαι ζῶντας· μέγιστον τῶν ἐν ἀνθρώποις ἀδικημάτων κρίνοντες τὸ βιαίως τὸ ζῆν ἀφαιρεῖσθαι τῶν τὴν ζωὴν αὐτοῖς δεδωκότων.
τῶν δὲ γυναικῶν τῶν καταδικασθεισῶν θανάτῳ τὰς ἐγκύους μὴ θανατοῦσθαι πρὶν ἂν τέκωσι. καὶ τοῦτο τὸ νόμιμον
ἐπʼ ἴσης γὰρ ἄν τις φαύλους διαλάβοι κριτὰς τούς τε τὸν ἔνοχον τῷ φόνῳ σώζοντας καὶ τοὺς τὸ μηδὲν ὅλως ἀδικῆσαν συναναιροῦντας.
τῶν μὲν οὖν φονικῶν νόμων οἱ μάλιστα δοκοῦντες ἐπιτετεῦχθαι τοιοῦτοί τινες ἦσαν.