Historical Library
Diodorus Siculus
Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.
ἐπεὶ δὲ τῆς νομοθεσίας ἐμνήσθημεν, οὐκ ἀνοίκειον εἶναι τῆς ὑποκειμένης ἱστορίας νομίζομεν ἐκθέσθαι τῶν νόμων ὅσοι παρὰ τοῖς Αἰγυπτίοις παλαιότητι διήνεγκαν ἢ παρηλλαγμένην τάξιν ἔσχον ἢ τὸ σύνολον ὠφέλειαν τοῖς φιλαναγνωστοῦσι δύνανται παρασχέσθαι.
πρῶτον μὲν οὖν κατὰ τῶν ἐπιόρκων θάνατος ἦν παρʼ αὐτοῖς τὸ πρόστιμον, ὡς δύο τὰ μέγιστα ποιούντων ἀνομήματα, θεούς τε ἀσεβούντων καὶ τὴν μεγίστην τῶν παρʼ ἀνθρώποις πίστιν ἀνατρεπόντων.
ἔπειτα εἴ τις ἐν ὁδῷ κατὰ τὴν χώραν ἰδὼν φονευόμενον ἄνθρωπον ἢ τὸ καθόλου βίαιόν τι πάσχοντα μὴ ῥύσαιτο δυνατὸς ὤν, θανάτῳ περιπεσεῖν ὤφειλεν· εἰ δὲ πρὸς ἀλήθειαν διὰ τὸ ἀδύνατον μὴ κατισχύσαι βοηθῆσαι, μηνῦσαί γε πάντως ὤφειλε τοὺς λῃστὰς καὶ ἐπεξιέναι τὴν παρανομίαν· τὸν δὲ ταῦτα μὴ πράξαντα κατὰ τὸν νόμον ἔδει μαστιγοῦσθαι τεταγμένας πληγὰς καὶ πάσης εἴργεσθαι τροφῆς ἐπὶ τρεῖς ἡμέρας.