Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

πρὸς δὲ ταύτην τὴν ἐπιβολὴν πρῶτον μὲν τὴν πρὸς αὐτὸν εὔνοιαν κατεσκεύασε πᾶσι τοῖς κατʼ Αἴγυπτον, ἡγούμενος δεῖν τοὺς μὲν συστρατεύοντας ἑτοίμως ὑπὲρ τῶν ἡγουμένων ἀποθνήσκειν, τοὺς δʼ ἀπολειπομένους ἐπὶ τῶν πατρίδων μηδὲν νεωτερίζειν, εἰ μέλλει τὴν προαίρεσιν ἐπὶ τέλος ἄξειν.

διὸ καὶ πάντας ἐκ τῶν ἐνδεχομένων εὐηργέτει, τοὺς μὲν χρημάτων δωρεαῖς ἐκθεραπεύων, τοὺς δὲ χώρας δόσει, τινὰς δὲ τιμωρίας ἀπολύσει, πάντας δὲ ταῖς ὁμιλίαις καὶ τῇ τῶν τρόπων ἐπιεικείᾳ προσήγετο· τῶν τε γὰρ βασιλικῶν ἐγκλημάτων ἅπαντας ἀθῴους ἀφῆκε καὶ τοὺς πρὸς ἀργύριον συγκεκλειμένους ἀπέλυσε τοῦ χρέους, ὄντος πολλοῦ πλήθους ἀνθρώπων ἐν ταῖς φυλακαῖς.

τὴν δὲ χώραν ἅπασαν εἰς ἓξ καὶ τριάκοντα μέρη διελών, ἃ καλοῦσιν Αἰγύπτιοι νομούς, ἐπέστησεν ἅπασι νομάρχας τοὺς ἐπιμελησομένους τῶν τε προσόδων

v.1.p.94
τῶν βασιλικῶν καὶ διοικήσοντας ἅπαντα τὰ κατὰ τὰς ἰδίας μερίδας.

ἐπελέξατο δὲ καὶ τούτων τῶν ἀνδρῶν τοὺς ταῖς ῥώμαις διαφέροντας καὶ συνεστήσατο στρατόπεδον ἄξιον τοῦ μεγέθους τῆς ἐπιβολῆς· κατέγραψε γὰρ πεζῶν μὲν ἑξήκοντα μυριάδας, ἱππεῖς δὲ δισμυρίους καὶ τετρακισχιλίους, ζεύγη δὲ πολεμιστήρια δισμύρια καὶ ἑπτακισχίλια.

ἐπὶ δὲ τὰς κατὰ μέρος ἡγεμονίας τῶν στρατιωτῶν ἔταξε τοὺς συντρόφους, ἐνηθληκότας μὲν ἤδη τοῖς πολέμοις, ἀρετὴν δʼ ἐζηλωκότας ἐκ παίδων, εὔνοιαν δὲ ἀδελφικὴν ἔχοντας πρός τε τὸν βασιλέα καὶ πρὸς ἀλλήλους, ὄντας τὸν ἀριθμὸν πλείους τῶν χιλίων καὶ ἑπτακοσίων.

πᾶσι δὲ τοῖς προειρημένοις κατεκληρούχησε τὴν ἀρίστην τὴς χώρας, ὅπως ἔχοντες ἱκανὰς προσόδους καὶ μηδενὸς ἐνδεεῖς ὄντες ἀσκῶσι τὰ περὶ τοὺς πολέμους.

κατασκευάσας δὲ τὴν δύναμιν ἐστράτευσεν ἐπὶ πρώτους Αἰθίοπας τοὺς πρὸς τῇ μεσημβρίᾳ κατοικοῦντας, καὶ καταπολεμήσας ἠνάγκασε τὸ ἔθνος φόρους τελεῖν ἔβενον καὶ χρυσὸν καὶ τῶν ἐλεφάντων τοὺς ὀδόντας.

ἔπειτʼ εἰς μὲν τὴν Ἐρυθρὰν θάλατταν ἀπέστειλε στόλον νεῶν τετρακοσίων, πρῶτος τῶν ἐγχωρίων μακρὰ σκάφη ναυπηγησάμενος, καὶ τάς τε νήσους τὰς ἐν τοῖς τόποις κατεκτήσατο καὶ τῆς ἠπείρου τὰ παρὰ θάλατταν μέρη κατεστρέψατο μέχρι τῆς Ἰνδικῆς· αὐτὸς δὲ μετὰ τῆς δυνάμεως πεζῇ τὴν πορείαν ποιησάμενος

v.1.p.95
κατεστρέψατο πᾶσαν τὴν Ἀσίαν.

οὐ μόνον γὰρ τὴν ὕστερον ὑπʼ Ἀλεξάνδρου τοῦ Μακεδόνος κατακτηθεῖσαν χώραν ἐπῆλθεν, ἀλλὰ καί τινα τῶν ἐθνῶν ὧν ἐκεῖνος οὐ παρέβαλεν εἰς τὴν χώραν.

καὶ γὰρ τὸν Γάγγην ποταμὸν διέβη καὶ τὴν Ἰνδικὴν ἐπῆλθε πᾶσαν ἕως ὠκεανοῦ καὶ τὰ τῶν Σκυθῶν ἔθνη μέχρι Τανάιδος ποταμοῦ τοῦ διορίζοντος τὴν Εὐρώπην ἀπὸ τῆς Ἀσίας· ὅτε δή φασι τῶν Αἰγυπτίων τινὰς καταλειφθέντας περὶ τὴν Μαιῶτιν λίμνην συστήσασθαι τὸ τῶν Κόλχων ἔθνος.