Historical Library

Diodorus Siculus

Diodorus Siculus. Diodori Bibliotheca Historica. Vols. 1-2 (partial). Bekker, Immanuel; Dindorf, Ludwig; Vogel, Friedrich; editors. Leipzig: Teubner, 1888-1890.

τῶν

v.1.p.70
δʼ ἐν Μέμφει τινὲς φιλοσόφων ἐπεχείρησαν αἰτίαν φέρειν τῆς πληρώσεως ἀνεξέλεγκτον μᾶλλον ἢ πιθανήν,

ᾗ πολλοὶ συγκατατέθεινται. διαιρούμενοι γὰρ τὴν γῆν εἰς τρία μέρη φασὶν ὑπάρχειν ἓν μὲν τὸ κατὰ τὴν ἡμετέραν οἰκουμένην, ἕτερον δὲ τὸ τούτοις τοῖς τόποις ἀντιπεπονθὸς ταῖς ὥραις, τὸ δὲ τρίτον μεταξὺ μὲν κεῖσθαι τούτων, ὑπάρχειν δὲ διὰ καῦμα ἀοίκητον.

εἰ μὲν οὖν ὁ Νεῖλος ἀνέβαινε κατὰ τὸν τοῦ χειμῶνος καιρόν, δῆλον ἂν ὑπῆρχεν ὡς ἐκ τῆς καθʼ ἡμᾶς ζώνης λαμβάνει τὴν ἐπίρρυσιν διὰ τὸ περὶ τούτους τοὺς καιροὺς μάλιστα γίνεσθαι παρʼ ἡμῖν τὰς ἐπομβρίας· ἐπεὶ δὲ τοὐναντίον περὶ τὸ θέρος πληροῦται, πιθανὸν εἶναι κατὰ τοὺς ἀντικειμένους τόπους γεννᾶσθαι τοὺς χειμῶνας, καὶ τὸ πλεονάζον τῶν κατʼ ἐκείνους τοὺς τόπους ὑδάτων εἰς τὴν καθʼ ἡμᾶς οἰκουμένην φέρεσθαι.

διὸ καὶ πρὸς τὰς πηγὰς τοῦ Νείλου μηδένα δύνασθαι παρελθεῖν, ὡς ἂν ἐκ τῆς ἐναντίας ζώνης διὰ τῆς ἀοικήτου φερομένου τοῦ ποταμοῦ. μαρτυρεῖν δὲ τούτοις καὶ τὴν ὑπερβολὴν τῆς γλυκύτητος τοῦ κατὰ τὸν Νεῖλον ὕδατος· διὰ γὰρ τῆς κατακεκαυμένης αὐτὸν ῥέοντα καθέψεσθαι, καὶ διὰ τοῦτο γλυκύτατον εἶναι πάντων τῶν ποταμῶν, ἅτε φύσει τοῦ πυρώδους πᾶν τὸ ὑγρὸν ἀπογλυκαίνοντος.

οὗτος δʼ ὁ λόγος ἔχει μέν τινα φανερὰν καὶ πρόχειρον ἀντίρρησιν, ὅτι παντελῶς ἀδύνατον εἶναι δοκεῖ ποταμὸν ἐκ τῆς ἀντικειμένης οἰκουμένης εἰς τὴν ἡμετέραν ἀναφέρεσθαι, καὶ μάλιστʼ εἴ τις ὑπόθοιτο σφαιροειδῆ

v.1.p.71
τὴν γῆν ὑπάρχειν. καὶ γὰρ ἐάν τις τοῖς λόγοις κατατολμήσας βιάζηται τὴν ἐνάργειαν, ἥ γε φύσις τῶν πραγμάτων οὐδαμῶς συγχωρήσει. καθόλου μὲν γὰρ ἀνεξέλεγκτον ἀπόφασιν εἰσηγούμενοι, καὶ τὴν ἀοίκητον χώραν μεταξὺ τιθέμενοι, ταύτῃ διαφεύξεσθαι τοὺς ἀκριβεῖς ἐλέγχους νομίζουσι·

δίκαιον δὲ τοὺς περί τινων διαβεβαιουμένους ἢ τὴν ἐνάργειαν παρέχεσθαι μαρτυροῦσαν ἢ τὰς ἀποδείξεις λαμβάνειν ἐξ ἀρχῆς συγκεχωρημένας. πῶς δὲ μόνος ὁ Νεῖλος ἐξ ἐκείνης τῆς οἰκουμένης φέρεται πρὸς τοὺς καθʼ ἡμᾶς τόπους; εἰκὸς γὰρ εἶναι καὶ ἑτέρους ποταμούς, καθάπερ καὶ παρʼ ἡμῖν.

ἥ τε τῆς περὶ τὸ ὕδωρ γλυκύτητος αἰτία παντελῶς ἄλογος. εἰ γὰρ καθεψόμενος ὑπὸ τῶν καυμάτων ὁ ποταμὸς ἐγλυκαίνετο, πολύγονος οὐκ ἂν ἦν οὐδὲ ποικίλας ἰχθύων καὶ θηρίων ἰδέας εἶχε· πᾶν γὰρ ὕδωρ ὑπὸ τῆς πυρώδους φύσεως ἀλλοιωθὲν ἀλλοτριώτατόν ἐστι ζωογονίας.

διόπερ τῇ παρεισαγομένῃ καθεψήσει τῆς φύσεως τοῦ Νείλου παντάπασιν ἐναντιουμένης ψευδεῖς τὰς εἰρημένας αἰτίας τῆς πληρώσεως ἡγητέον.

Οἰνοπίδης δὲ ὁ Χῖός φησι κατὰ μὲν τὴν θερινὴν ὥραν τὰ ὕδατα κατὰ τὴν γῆν εἶναι ψυχρά, τοῦ δὲ χειμῶνος τοὐναντίον θερμά, καὶ τοῦτο εὔδηλον ἐπὶ τῶν βαθέων φρεάτων γίνεσθαι· κατὰ μὲν γὰρ τὴν ἀκμὴν τοῦ χειμῶνος ἥκιστα τὸ ὕδωρ ἐν αὐτοῖς ὑπάρχειν ψυχρόν, κατὰ δὲ τὰ μέγιστα καύματα ψυχρότατον ἐξ αὐτῶν

v.1.p.72

ὑγρὸν ἀναφέρεσθαι. διὸ καὶ τὸν Νεῖλον εὐλόγως κατὰ μὲν τὸν χειμῶνα μικρὸν εἶναι καὶ συστέλλεσθαι, διὰ τὸ τὴν μὲν κατὰ γῆν θερμασίαν τὸ πολὺ τῆς ὑγρᾶς οὐσίας ἀναλίσκειν, ὄμβρους δὲ κατὰ τὴν Αἴγυπτον μὴ γίνεσθαι· κατὰ δὲ τὸ θέρος μηκέτι τῆς κατὰ γῆν ἀπαναλώσεως γινομένης ἐν τοῖς κατὰ βάθος τόποις πληροῦσθαι τὴν κατὰ φύσιν αὐτοῦ ῥύσιν ἀνεμποδίστως.

ῥητέον δὲ καὶ πρὸς τοῦτον ὅτι πολλοὶ ποταμοὶ τῶν κατὰ τὴν Λιβύην ὁμοίως μὲν κείμενοι τοῖς στόμασι, παραπλησίους δὲ τὰς ῥύσεις ποιούμενοι, τὴν ἀνάβασιν οὐκ ἔχουσιν ἀνάλογον τῷ Νείλῳ· τοὐναντίον γὰρ ἐν μὲν τῷ χειμῶνι πληρούμενοι, κατὰ δὲ τὸ θέρος λήγοντες ἐλέγχουσι τὸ ψεῦδος τοῦ πειρωμένου τοῖς πιθανοῖς καταμάχεσθαι τὴν ἀλήθειαν.

ἔγγιστα δὲ τῇ ἀληθείᾳ προσελήλυθεν Ἀγαθαρχίδης ὁ Κνίδιος. φησὶ γὰρ κατʼ ἐνιαυτὸν ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν ὄρεσι γίνεσθαι συνεχεῖς ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς μετοπωρινῆς ἰσημερίας·

εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι, τὴν κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκχεομένους ὄμβρους λαμβάνειν τὴν αὔξησιν.