Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἡ δὲ τούτων χώρα κεῖται μὲν ὑπʼ αὐτὰς τὰς ἄρκτους, χιονοβολεῖται δὲ πᾶσα καὶ τοῖς ἄλλοις ἔθνεσι δυσεπίβατός ἐστι διὰ τὴν ὑπερβολὴν τοῦ ψύχους. ἡ πλείστη δὲ πεδιὰς οὖσα καὶ ἄξυλος πολλαῖς κώμαις διείληπται.
αὗται δὲ τὰς τῶν οἰκιῶν στέγας ἔχουσιν ἐκ πλίνθων εἰς ὀξὺ συνηγμένων ἐχούσας καμάραν· κατὰ δὲ μέσην τὴν ὀροφὴν ἀπολελειμμένης διαυγείας διὰ ταύτης ὁ καπνὸς ἐκφέρεται καὶ πανταχόθεν τῆς οἰκοδομίας περιεχούσης οἱ κατοικοῦντες πολλῆς σκέπης τυγχάνουσιν.
οἱ δʼ ἐγχώριοι διὰ τὸ πλῆθος τῆς χιόνος τὸ πλέον μέρος τοῦ ἐνιαυτοῦ ταῖς οἰκίαις ἐνδιατρίβουσι, παρεσκευασμένας ἔχοντες τὰς ἰδίας τροφάς· τὰς δʼ ἀμπέλους καὶ τὰ καρποφόρα τῶν δένδρων περιχώσαντες καὶ τὴν τοῦ χειμῶνος ὥραν ἐάσαντες πάλιν ἀναστέλλουσι τὴν γῆν κατὰ τὸν τοῦ βλαστοῦ καιρόν.
ἅπασα δʼ ἡ τῆς χώρας φύσις οὔτε χλωρὰν οὔθʼ ἥμερον ἔχει πρόσοψιν, ἀλλὰ λευκὴν καὶ ἀνταυγῆ διὰ τὴν χιόνα καὶ τὸν ἐν αὐτῇ πηγνύμενον κρύσταλλον. διόπερ οὔτʼ ὀρνέου προσκαθίζοντος οὔτε θηρίου διοδεύοντος ἄξενα καὶ ἀνεπίβατα πάντα τὰ μέρη τῆς χώρας ὑπῆρχεν.