Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

τὴν δὲ Περσέπολιν, μητρόπολιν οὖσαν τῆς Περσῶν βασιλείας, ἀπέδειξε τοῖς Μακεδόσι πολεμιωτάτην τῶν κατὰ τὴν Ἀσίαν πόλεων καὶ τοῖς στρατιώταις ἔδωκεν εἰς διαρπαγὴν χωρὶς τῶν βασιλείων.

πλουσιωτάτης δʼ οὔσης τῶν ὑπὸ τὸν ἥλιον καὶ τῶν ἰδιωτικῶν οἴκων πεπληρωμένων ἐκ πολλῶν χρόνων παντοίας εὐδαιμονίας οἱ Μακεδόνες ἐπῄεσαν τοὺς μὲν ἄνδρας πάντας φονεύοντες, τὰς δὲ κτήσεις διαρπάζοντες, πολλὰς μὲν τοῖς πλήθεσιν ὑπαρχούσας, κατασκευῆς δὲ καὶ κόσμου παντοίου γεμούσας.

ἔνθα δὴ πολὺς μὲν ἄργυρος διεφορεῖτο, οὐκ ὀλίγος δὲ χρυσὸς διηρπάζετο, πολλαὶ δὲ καὶ πολυτελεῖς ἐσθῆτες, αἱ μὲν θαλασσίαις πορφύραις, αἱ δὲ χρυσοῖς ἐνυφάσμασι πεποικιλμέναι, τοῖς κρατοῦσιν ἔπαθλα καθίσταντο. τὰ δὲ μεγάλα καὶ κατὰ πᾶσαν τὴν οἰκουμένην περιβόητα βασίλεια πρὸς ὕβριν καὶ παντελῆ φθορὰν ἀπεδέδεικτο.

οἱ δὲ Μακεδόνες ἐνημερεύσαντες ταῖς ἁρπαγαῖς τὴν ἄπληστον τοῦ πλείονος ἐπιθυμίαν οὐκ ἐδύναντο πληρῶσαι.

τοσαύτη γὰρ ἦν τῆς πλεονεξίας ὑπερβολὴ κατὰ τὰς τούτων ἁρπαγὰς ὥστε καὶ πρὸς ἀλλήλους διαμάχεσθαι καὶ πολλοὺς ἀναιρεῖν τῶν τὰ πολλὰ τῆς ἁρπαγῆς ἐξιδιοποιουμένων· τινὲς δὲ τὰ πολυτελέστατα τῶν εὑρισκομένων τοῖς ξίφεσι διακόπτοντες τὰς ἰδίας ἀπεκόμιζον μερίδας, ἔνιοι δὲ τὰς τῶν ἐπιβαλλόντων τοῖς ἀμφισβητουμένοις χεῖρας ἀπέκοπτον, συνεκφερόμενοι τοῖς θυμοῖς·

τὰς δὲ γυναῖκας σὺν αὐτοῖς τοῖς κόσμοις πρὸς βίαν ἀπῆγον, τὴν αἰχμαλωσίαν δουλαγωγοῦντες· ἡ μὲν οὖν Περσέπολις ὅσῳ τῶν ἄλλων πόλεων ὑπερεῖχεν εὐδαιμονίᾳ, τοσοῦτον ὑπερεβάλετο τὰς ἄλλας τοῖς ἀτυχήμασιν.

ὁ δὲ Ἀλέξανδρος παρελθὼν εἰς τὴν ἄκραν παρέλαβε τοὺς ἐν αὐτῇ θησαυρούς. οὗτοι δέ, ἀπὸ Κύρου τοῦ πρώτου Περσῶν βασιλεύσαντος μέχρι τῶν ὑποκειμένων καιρῶν ἠθροισμένων τῶν προσόδων, ἔγεμον ἀργυρίου τε καὶ χρυσίου· εὑρέθησαν γὰρ ἐν αὐτοῖς δώδεκα μυριάδες ταλάντων, εἰς ἀργυρίου λόγον αγομένου τοῦ χρυσίου.

βουλόμενος δὲ τῶν χρημάτων ἃ μὲν μεθʼ ἑαυτοῦ κομίζειν πρὸς τὰς εἰς τὸν πόλεμον χρείας, ἃ δʼ εἰς Σοῦσα καταθέσθαι καὶ φυλάττειν ἐν ταύτῃ τῇ πόλει μετεπέμψατο ἐκ Βαβυλῶνος καὶ Μεσοποταμίας, ἔτι δʼ ἐκ Σούσων ἡμιόνων πλῆθος, τῶν μὲν ἀχθοφόρων, τῶν δὲ ζευγιτῶν, πρὸς δὲ τούτοις καμήλους ἀχθοφόρους τρισχιλίας καὶ διὰ τούτων πάντα ἀπεκόμισεν εἰς τοὺς προκριθέντας τόπους·

σφόδρα γὰρ ἀλλοτρίως ἔχων πρὸς τοὺς ἐγχωρίους ἠπίστει τε αὐτοῖς καὶ τὴν Περσέπολιν εἰς τέλος ἔσπευδε καταφθεῖραι. οὐκ ἀνοίκειον δʼ εἶναι νομίζομεν περὶ τῶν ἐν ταύτῃ τῇ πόλει βασιλείων διὰ τὴν πολυτέλειαν τῆς κατασκευῆς βραχέα διελθεῖν.