Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

μετʼ ὀλίγον δὲ συνάγεται ταῦτα πρὸς ἓν μέγεθος, ἕως ἂν γένηται τρίπλεθρον διάστημα· καὶ τότʼ ἤδη τῆς ἡμέρας ἐπιλαβούσης τὸ φαινόμενον τοῦ ἡλίου μέγεθος πληρωθὲν τὴν τῆς ἡμέρας διάθεσιν κατασκευάζει.

ὁ δʼ οὖν Μέμνων διελθὼν τὴν ὀρεινὴν ἄφνω τῇ πόλει τῶν Κυζικηνῶν προσέπεσεν καὶ παρʼ ὀλίγον αὐτῆς ἐκυρίευσεν· ἀποπεσὼν δὲ τῆς ἐπιβολῆς τὴν χώραν αὐτῶν ἐπόρθησε καὶ πολλῶν λαφύρων ἐκυρίευσεν.

ἅμα δὲ τούτοις πραττομένοις Παρμενίων Γρύνιον μὲν πόλιν ἑλὼν κατὰ κράτος ἐξηνδραποδίσατο, Πιτάνην δὲ πολιορκοῦντος αὐτοῦ Μέμνων ἐπιφανεὶς καὶ καταπληξάμενος τοὺς Μακεδόνας ἔλυσε τὴν πολιορκίαν.

μετὰ δὲ ταῦτα Κάλλας μὲν ἔχων Μακεδόνας καὶ μισθοφόρους στρατιώτας ἐν τῇ Τρῳάδι συνῆψε μάχην πρὸς τοὺς Πέρσας, ὄντας πολλαπλασίους, καὶ λειφθεὶς ἀπεχώρησεν εἰς τὸ Ῥοίτειον. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

Ἀλέξανδρος δὲ τὰς κατὰ τὴν Ἑλλάδα ταραχὰς καταπαύσας ἐστράτευσεν ἐπὶ τὴν Θρᾴκην καὶ πολλὰ μὲν ἔθνη Θρᾴκια ταραττόμενα καταπληξάμενος ὑποταγῆναι κατηνάγκασεν, ἐπῆλθεν δὲ καὶ τὴν Παιονίαν καὶ τὴν Ἰλλυρίδα καὶ τὰς ὁμόρους ταύταις χώρας καὶ πολλοὺς τῶν κατοικούντων βαρβάρων ἀφεστηκότας χειρωσάμενος ὑπηκόους πάντας τοὺς πλησιοχώρους βαρβάρους ἐποιήσατο.

περὶ ταῦτα δʼ ὄντος αὐτοῦ παρῆσάν τινες ἀπαγγέλλοντες πολλοὺς τῶν Ἑλλήνων νεωτερίζειν καὶ πολλὰς τῆς Ἑλλάδος πόλεις πρὸς ἀπόστασιν ὡρμηκέναι, μάλιστα δὲ Θηβαίους. ἐπὶ δὲ τούτοις ὁ βασιλεὺς παροξυνθεὶς ἐπανῆλθεν εἰς τὴν Μακεδονίαν, σπεύδων τὰς κατὰ τὴν Ἑλλάδα παῦσαι ταραχάς.