Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

Δαρεῖος γὰρ παραλαβὼν τὴν βασιλείαν πρὸ μὲν τῆς Φιλίππου τελευτῆς ἐφιλοτιμεῖτο τὸν μέλλοντα πόλεμον εἰς τὴν Μακεδονίαν ἀποστρέψαι· ἐκείνου δὲ τελευτήσαντος ἀπελύθη τῆς ἀγωνίας, καταφρονήσας τῆς Ἀλεξάνδρου νεότητος.

ἐπεὶ δʼ ἡ διὰ τῶν πράξεων ἐνέργεια καὶ ὀξύτης ἐποίησε μὲν τὴν τῶν Ἑλλήνων ἡγεμονίαν πᾶσαν ἀναλαβεῖν καὶ τὴν ἀρετὴν τοῦ νεανίσκου γενέσθαι περιβόητον, τότε δὴ νουθετηθεὶς τοῖς ἔργοις ὁ Δαρεῖος ἐπιμέλειαν μεγάλην ἐποιεῖτο τῶν δυνάμεων, τριήρεις τε πολλὰς κατασκευαζόμενος καὶ πολλὰς δυνάμεις ἀξιολόγους συνιστάμενος, ἡγεμόνας τε τοὺς ἀρίστους προκρίνων, ἐν οἷς ὑπῆρχε καὶ Μέμνων ὁ Ῥόδιος, διαφέρων ἀνδρείᾳ καὶ συνέσει στρατηγικῇ.

τούτῳ δὲ δοὺς ὁ βασιλεὺς μισθοφόρους πεντακισχιλίους προσέταξε παρελθεῖν ἐπὶ πόλιν Κύζικον καὶ πειρᾶσθαι ταύτην χειρώσασθαι. οὗτος μὲν οὖν μετὰ τοσούτων στρατιωτῶν προῆγε διὰ τῆς Ἴδης.