Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ βασιλεὺς μεγάλαις δωρεαῖς τιμήσειν ἐπαγγειλάμενος τὸν ἄνδρα τούτου καθηγουμένου διῆλθεν ἐπιπόνως τὴν ὀρεινὴν νυκτὸς πολλὴν μὲν πατήσας χιόνα, πᾶσαν δὲ κρημνώδη χώραν περάσας, χαράδραις βαθείαις καὶ πολλαῖς φάραγξι διειλημμένην.
ἐπιφανεὶς δὲ ταῖς προφυλακαῖς τῶν πολεμίων τοὺς μὲν πρώτους κατέκοψε, τοὺς δʼ ἐπὶ τῆς δευτέρας φυλακῆς τεταγμένους ἐζώγρησε, τοὺς δὲ τρίτους τρεψάμενος ἐκράτησε τῶν παρόδων καὶ τοὺς πλείστους τῶν περὶ τὸν Ἀριοβαρζάνην ἀπέκτεινε.
μετὰ δὲ ταῦτα ἐπὶ τὴν Περσέπολιν προάγων κατὰ τὴν ὁδὸν ἐπιστολὴν ἐκομίσατο παρὰ τοῦ κυριεύοντος τῆς πόλεως Τιριδάτου. ἐν ταύτῃ δʼ ἦν γεγραμμένον ὅτι ἐὰν παραγενόμενος φθάσῃ τοὺς ἐπιβαλλομένους διατηρῆσαι Δαρείῳ τὴν Περσέπολιν, κύριος ἔσται ταύτης ὑπʼ αὐτοῦ παραδοθείσης.
διόπερ ὁ Ἀλέξανδρος κατὰ σπουδὴν ἦγε τὴν δύναμιν καὶ τὸν Ἀράξην ποταμὸν ζεύξας διεβίβασε τοὺς στρατιώτας. προάγοντος δὲ τοῦ βασιλέως θέαμα παράδοξον καὶ δεινὸν ὤφθη, μισοπονηρίαν μὲν περιέχον κατὰ τῶν πραξάντων, ἔλεον δὲ καὶ συμπάθειαν ἐπιφέρον πρὸς τοὺς ἀνήκεστα πεπονθότας.
ἀπήντησαν γὰρ αὐτῷ μεθʼ ἱκετηριῶν Ἕλληνες ὑπὸ τῶν πρότερον βασιλέων ἀνάστατοι γεγονότες, ὀκτακόσιοι μὲν σχεδὸν τὸν ἀριθμὸν ὄντες, ταῖς δʼ ἡλικίαις οἱ πλεῖστοι μὲν γεγηρακότες, ἠκρωτηριασμένοι δὲ πάντες, οἱ μὲν χεῖρας, οἱ δὲ πόδας, οἱ δὲ ὦτα καὶ ῥῖνας·