Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δʼ Ἀλέξανδρος ὑπολαβὼν εἶπεν, κἀγὼ εἰ Παρμενίων ἦν ἔλαβον ἄν. καθόλου δὲ καὶ ἄλλοις μεγαλοψύχοις λόγοις χρησάμενος καὶ τοὺς μὲν λόγους τῶν Περσῶν ἀποδοκιμάσας, προτιμήσας δὲ τὴν εὐδοξίαν τῶν προτεινομένων δωρεῶν τοῖς μὲν πρέσβεσιν ἀπόκρισιν ἔδωκεν ὡς οὔθʼ ὁ κόσμος δυεῖν ἡλίων ὄντων τηρῆσαι δύναιτʼ ἂν τὴν ἰδίαν διακόσμησίν τε καὶ τάξιν οὔθʼ ἡ οἰκουμένη δύο βασιλέων ἐχόντων τὴν ἡγεμονίαν ἀταράχως καὶ ἀστασιάστως διαμένειν ἂν δύναιτο.
διόπερ ἀπαγγέλλειν αὐτοὺς ἐκέλευσε τῷ Δαρείῳ, εἰ μὲν τῶν πρωτείων ὀρέγεται, διαμάχεσθαι πρὸς αὐτὸν περὶ τῆς τῶν ὅλων μοναρχίας· εἰ δὲ δόξης καταφρονῶν προκρίνει τὴν λυσιτέλειαν καὶ τὴν ἐκ τῆς ῥᾳστώνης τρυφήν, αὐτὸς μὲν Ἀλεξάνδρῳ ποιείτω τὰ προσταττόμενα, ἄλλων δὲ ἄρχων βασιλευέτω, συγχωρουμένης αὐτῷ τῆς ἐξουσίας ὑπὸ τῆς Ἀλεξάνδρου χρηστότητος.
τὸ δὲ συνέδριον διαλύσας καὶ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν. ἅμα δὲ τούτοις πραττομένοις τῆς τοῦ Δαρείου γυναικὸς ἀποθανούσης ὁ Ἀλέξανδρος ἔθαψεν αὐτὴν μεγαλοπρεπῶς.
Δαρεῖος δὲ τῶν ἀποκρίσεων ἀκούσας καὶ τὴν διὰ τῶν λόγων σύνθεσιν ἀπογνοὺς τὴν μὲν δύναμιν καθʼ ἡμέραν συνέταττε καὶ πρὸς τὴν ἐν τοῖς κινδύνοις εὐηκοΐαν ἑτοίμην κατεσκεύαζε, τῶν δὲ φίλων Μαζαῖον μὲν μετὰ στρατιωτῶν ἐπιλέκτων ἐξαπέστειλε παραφυλάξοντα τὴν διάβασιν τοῦ ποταμοῦ καὶ τὸν πόρον προκαταληψόμενον, ἑτέρους δʼ ἐξέπεμψε τὴν χώραν πυρπολήσοντας διʼ ἧς ἀναγκαῖον ἦν διελθεῖν τοὺς πολεμίους· ἐνόμιζε γὰρ τῷ μὲν ῥεύματι τοῦ ποταμοῦ προβλήματι χρῆσθαι πρὸς τὴν ἔφοδον τῶν Μακεδόνων.