Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

ἀνεῖλε δὲ καὶ τοὺς ἀδελφοὺς τοῦ βασιλέως, ὄντας νέους παντελῶς, ὅπως μονωθεὶς ὁ νεανίσκος μᾶλλον ὑπήκοος αὐτῷ γένηται. τοῦ δὲ μειρακίου ταῖς γενομέναις παρανομίαις προσκόπτοντος καὶ φανεροῦ καθεστῶτος ὅτι τιμωρήσεται τὸν αὐθέντην τῶν ἀνομημάτων φθάσας αὐτοῦ τὰς ἐπιβουλὰς ὁ Βαγώας ἀνεῖλε τὸν Ἀρσὴν μετὰ τῶν τέκνων τρίτον ἔτος ἤδη βασιλεύοντα.

ἐρήμου δʼ ὄντος τοῦ βασιλέως οἴκου καὶ μηδενὸς ὄντος τοῦ κατὰ γένος διαδεξομένου τὴν ἀρχήν, προχειρισάμενος ἕνα τῶν φίλων Δαρεῖον ὄνομα τούτῳ συγκατεσκεύασε τὴν βασιλείαν. οὗτος δʼ ἦν υἱὸς μὲν Ἀρσάνου τοῦ Ὀστάνου, ὃς ἦν ἀδελφὸς Ἀρταξέρξου τοῦ Περσῶν βασιλεύσαντος.

ἴδιον δέ τι συνέβη περὶ τὸν Βαγώαν γενέσθαι καὶ μνήμης ἄξιον· χρώμενος γὰρ τῇ συνήθει μιαιφονίᾳ τὸν Δαρεῖον ἐπεβάλετο διὰ φαρμακείας ἀνελεῖν· μηνυθείσης δὲ τῆς ἐπιβουλῆς ὁ βασιλεὺς ὡς ἐπί τινι φιλανθρωπίᾳ προσκαλεσάμενος τὸν Βαγώαν καὶ δοὺς τὸ ποτήριον ἠνάγκασε πιεῖν τὸ φάρμακον.

ἠξιώθη δὲ τῆς βασιλείας ὁ Δαρεῖος δοκῶν πολὺ προέχειν ἀνδρείᾳ Περσῶν· Ἀρταξέρξου γάρ ποτε τοῦ βασιλέως πολεμοῦντος πρὸς Καδουσίους καί τινος τῶν Καδουσίων ἐπʼ ἀλκῇ καὶ ἀνδρείᾳ διαβεβοημένου προκαλεσαμένου τὸν βουλόμενον Περσῶν μονομαχῆσαι ἄλλος μὲν οὐδεὶς ἐτόλμησεν ὑπακοῦσαι, μόνος δὲ Δαρεῖος ὑποστὰς τὸν κίνδυνον τὸν προκαλεσάμενον ἀπέκτεινεν καὶ ὑπὸ μὲν τοῦ βασιλέως μεγάλαις ἐτιμήθη δωρεαῖς, παρὰ δὲ τοῖς Πέρσαις τὸ πρωτεῖον τῆς ἀνδρείας ἀπηνέγκατο.

διὰ ταύτην δὴ τὴν ἀνδραγαθίαν ἄξιος τῆς βασιλείας νομισθεὶς παρέλαβε τὴν ἀρχὴν περὶ τούτους τοὺς χρόνους, ἐν οἷς Φιλίππου τελευτήσαντος διεδέξατο τὴν βασιλείαν Ἀλέξανδρος.

τοιοῦτον δʼ ἄνδρα τῆς τύχης παραδούσης ἀντίπαλον τῇ κατʼ Ἀλέξανδρον ἀρετῇ συνέβη πολλοὺς καὶ μεγάλους ἀγῶνας συστῆναι περὶ τοῦ πρωτείου. ἀλλὰ περὶ μὲν τούτων αἱ κατὰ μέρος πράξεις ἕκαστα δηλώσουσιν· ἡμεῖς δʼ ἐπὶ τὸ συνεχὲς τῆς ἱστορίας τρεψόμεθα.