Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ἀνυπερβλήτου δὲ τῆς ἐκπλήξεως οὔσης καὶ τῆς ἐν τοῖς ἀγῶσι δεινότητος ἀνυποστάτου γινομένης οὐδʼ ὣς ἔληγον τῆς τόλμης οἱ Μακεδόνες, ἀλλὰ τοὺς ἀεὶ πίπτοντας ὑπερβαίνοντες οὐκ ἐνουθετοῦντο ταῖς τῶν ἄλλων συμφοραῖς.
ὁ δʼ Ἀλέξανδρος ἐπιστήσας ἐπὶ τοὺς ἁρμόζοντας τόπους τοὺς πετροβόλους καταπέλτας καὶ λίθους μεγάλους ἀφιεὶς ἐσάλευε τὰ τείχη, τοῖς δʼ ὀξυβελέσιν ἀπὸ τῶν πύργων τῶν ξυλίνων ἐκβάλλων βελῶν παντοδαπῶν πλῆθος δεινῶς κατετίτρωσκε τοὺς ἐφεστῶτας τοῖς τείχεσιν.
ἀντιμηχανώμενοι δὲ πρὸς ταῦτα οἱ Τύριοι πρὸ μὲν τῶν τειχῶν μαρμαρίνους τροχοὺς ἵστανον καὶ διά τινων ὀργάνων τούτους δινεύοντες τὰ φερόμενα βέλη καταπελτικὰ συνέτριβον καὶ εἰς τὰ πλάγια μέρη παράγοντες ἀπράκτους ἐποίουν τὰς τῶν ἀφιεμένων πληγάς.
πρὸσδὲ τούτοις βύρσας καὶ διπλᾶς διφθέρας πεφυκωμένας καταράπτοντες εἰς ταύτας ἀπεδέχοντο τὰς ἀπὸ τῶν πετροβόλων πληγάς· καὶ μαλακῆς τῆς ἐνδόσεως γινομένης ἐξελύετο τῶν φερομένων πετρῶν ἡ βία.
καθόλου δὲ οἱ Τύριοι πάντα τρόπον εὐρώστως ἀμυνόμενοι καὶ κατευποροῦντες τοῖς βοηθήμασι κατεθάρρησαν τῶν πολεμίων καὶ τὸ τεῖχος καὶ τὰς ἐντὸς τῶν πύργων στάσεις ἀπολιπόντες ἐπʼ αὐτὰς ὠθοῦντο τὰς ἐπιβάθρας καὶ ταῖς τῶν πολεμίων ἀνδραγαθίαις ἀντέταττον τὰς ἑαυτῶν ἀρετάς.