Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οὐ μὴν οἱ Θηβαῖοι τῆς νίκης ἐξεχώρουν, τοὐναντίον δὲ τῇ φιλοτιμίᾳ προαχθέντες πάντων τῶν δεινῶν κατεφρόνουν. ἐπὶ τοσοῦτο δὲ ταῖς ἀνδραγαθίαις προέβησαν ὥστε βοᾶν ὅτι Μακεδόνες ὁμολογοῦσιν ἥττους εἶναι Θηβαίων, καὶ τῶν ἄλλων πάντων εἰωθότων ἐν ταῖς διαδοχαῖς τῶν πολεμίων δεδιέναι τοὺς ἀκεραίους τῶν ἐφεδρευόντων οὗτοι μόνοι τότε θρασύτεροι πρὸς τοὺς κινδύνους ὑπῆρξαν, ὅθʼ οἱ πολέμιοι διαδοχὴν ἐξέπεμψαν τοῖς καταπονουμένοις ὑπὸ τῆς κακοπαθείας.

ἀνυπερβλήτου δὲ τῆς φιλοτιμίας γινομένης ὁ βασιλεὺς κατανοήσας τινὰ πυλίδα καταλελειμμένην ὑπὸ τῶν φυλάκων ἐξαπέστειλε Περδίκκαν μετὰ στρατιωτῶν ἱκανῶν καταλαβέσθαι ταύτην καὶ παρεισπεσεῖν εἰς τὴν πόλιν.

τούτου δὲ ταχὺ τὸ προσταχθὲν ποιήσαντος οἱ μὲν Μακεδόνες διὰ τῆς πυλίδος παρεισέπεσον εἰς τὴν πόλιν, οἱ δὲ Θηβαῖοι καταπεπονηκότες μὲν τὴν πρώτην φάλαγγα τῶν Μακεδόνων, ἀντιταχθέντες δʼ εὐρώστως τῇ δευτέρᾳ εὐέλπιδες ἦσαν περὶ τῆς νίκης· ὡς δὲ κατενόησαν μέρος τῆς πόλεως κατειλημμένον, εὐθὺς ἀνεχώρησαν ἐντὸς τῶν τειχῶν.

ἅμα δὲ τούτοις πραττομένοις οἱ μὲν τῶν Θηβαίων ἱππεῖς ὁμοίως τοῖς πεζοῖς συνέτρεχον εἰς τὴν πόλιν καὶ πολλοὺς μὲν τῶν ἰδίων συμπατοῦντες διέφθειρον, αὐτοὶ δὲ τεταραγμένως εἰσίππευον εἰς τὴν πόλιν, ἐν δὲ ταῖς διεξόδοις καὶ τάφροις τοῖς οἰκείοις ὅπλοις περιπίπτοντες ἐτελεύτων. οἱ δὲ τὴν Καδμείαν φρουροῦντες ἐκχυθέντες ἐκ τῆς ἀκροπόλεως ἀπήντων τοῖς Θηβαίοις καὶ τεταραγμένοις ἐπιπεσόντες πολὺν ἐποίουν φόνον.

τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον καταλαμβανομένης πολλαὶ καὶ ποικίλαι περιστάσεις ἐντὸς τῶν τειχῶν ἐγίνοντο. οἱ μὲν γὰρ Μακεδόνες διὰ τὴν ὑπερηφανίαν τοῦ κηρύγματος πικρότερον ἢ πολεμικώτερον προσεφέροντο τοῖς Θηβαίοις καὶ μετὰ πολλῆς ἀπειλῆς ἐπιφερόμενοι τοῖς ἠτυχηκόσιν ἀφειδῶς ἀνῄρουν πάντας τοὺς περιτυγχάνοντας.

οἱ δὲ Θηβαῖοι τὸ φιλελεύθερον τῆς ψυχῆς διαφυλάττοντες τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστʼ ἐν ταῖς ἀπαντήσεσι συμπλέκεσθαι καὶ τὰς παρὰ τῶν πολεμίων ἐπισπᾶσθαι πληγάς· ἑαλωκυίας γὰρ τῆς πόλεως οὐδεὶς Θηβαίων ἑωράθη δεηθεὶς τῶν Μακεδόνων φείσασθαι τοῦ ζῆν οὐδὲ προσέπιπτον τοῖς τῶν κρατούντων γόνασιν ἀγεννῶς.