Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
οὗτος ὁρῶν ὑπὸ τοῦ βασιλέως ἀγαπώμενον ἕτερον Παυσανίαν ὁμώνυμον ἑαυτῷ ὀνειδιστικοῖς πρὸς αὐτὸν ἐχρήσατο λόγοις, φήσας ἀνδρόγυνον εἶναι καὶ τοὺς τῶν βουλομένων ἔρωτας ἑτοίμως προσδέχεσθαι.
ὁ δὲ τὴν ἐκ τῆς λοιδορίας ὕβριν οὐκ ἐνέγκας τὸ μὲν παρὸν κατεσιώπησεν, Ἀττάλῳ δέ τινι τῶν φίλων ἐπικοινωσάμενος περὶ τῶν μελλόντων πράττεσθαι ἑκουσίως καὶ παραδόξως ἑαυτὸν ἐκ τοῦ ζῆν μετέστησεν.
μετʼ ὀλίγας γὰρ ἡμέρας τοῦ Φιλίππου πρὸς Πλευρίαν τὸν τῶν Ἰλλυριῶν βασιλέα διαγωνιζομένου πρὸ τοῦ βασιλέως στὰς ἁπάσας τὰς φερομένας ἐπʼ αὐτὸν πληγὰς ἀνεδέξατο τῷ ἰδίῳ σώματι καὶ μετήλλαξεν.
διαβοηθείσης δὲ τῆς πράξεως ὁ μὲν Ἄτταλος, εἷς ὢν τῶν ἐξ αὐλῆς καὶ πολὺ δυναμένων παρὰ τῷ βασιλεῖ, ἐκάλεσεν ἐπὶ δεῖπνον τὸν Παυσανίαν καὶ πολὺν ἐμφορήσας ἄκρατον παρέδωκεν αὐτοῦ τὸ σῶμα τοῖς ὀρεωκόμοις εἰς ὕβριν καὶ παροινίαν ἑταιρικήν.
ὁ δὲ ἀνανήψας ἐκ τῆς μέθης καὶ τῇ τοῦ σώματος ὕβρει περιαλγὴς γενόμενος τοῦ Ἀττάλου κατηγόρησεν ἐπὶ τοῦ βασιλέως. ὁ δὲ Φίλιππος παρωξύνθη μὲν ἐπὶ τῇ παρανομίᾳ τῆς πράξεως, διὰ δὲ τὴν πρὸς Ἄτταλον οἰκειότητα καὶ τὴν εἰς τὸ παρὸν αὐτοῦ χρείαν οὐκ ἐβούλετο μισοπονηρεῖν·