Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
εὐθὺς δὲ καὶ νομογραφεῖν ἤρξατο, τιθεὶς δημοκρατικοὺς νόμους καὶ τὰ περὶ τῶν ἰδιωτικῶν συμβολαίων δίκαια καὶ τἄλλα πάντα ἀκριβῶς διέταξε, πλείστην φροντίδα τῆς ἰσότητος ποιούμενος.
κατέστησε δὲ καὶ τὴν κατʼ ἐνιαυτὸν ἐντιμοτάτην ἀρχήν, ἣν ἀμφιπολίαν Διὸς Ὀλυμπίου καλοῦσιν Συρακόσιοι· καὶ ᾑρέθη πρῶτος ἀμφίπολος Διὸς Ὀλυμπίου Καλλιμένης Ἀλκάδα καὶ τὸ λοιπὸν διετέλεσαν οἱ Συρακόσιοι τοὺς ἐνιαυτοὺς ἐπιγράφοντες τούτοις τοῖς ἄρχουσι μέχρι τῶνδε τῶν ἱστοριῶν γραφομένων καὶ τῆς κατὰ τὴν πολιτείαν ἀλλαγῆς· τῶν γὰρ Ῥωμαίων μεταδόντων τοῖς Σικελιώταις τῆς πολιτείας ἡ τῶν ἀμφιπόλων ἀρχὴ ἐταπεινώθη, διαμείνασα ἔτη πλείω τῶν τριακοσίων. καὶ τὰ μὲν κατὰ τὴν Σικελίαν ἐν τούτοις ἦν.
κατὰ δὲ τὴν Μακεδονίαν Φίλιππος τὰς ἐπὶ Θρᾴκῃ πόλεις Ἑλληνίδας εἰς εὔνοιαν προκαλεσόμενος ἐστράτευσεν ἐπὶ Θρᾴκην. Κερσοβλέπτης γὰρ ὁ βασιλεὺς τῶν Θρᾳκῶν διετέλει τὰς ἐφʼ Ἑλλησπόντῳ πόλεις ὁμορούσας τῇ Θρᾴκῃ καταστρεφόμενος καὶ τὴν χώραν καταφθείρων.
βουλόμενος οὖν ἐμφράξαι τῶν βαρβάρων τὴν ὁρμὴν ἐστράτευσεν ἐπʼ αὐτοὺς σὺν πολλῇ δυνάμει. νικήσας δὲ πλείοσι μάχαις τοὺς Θρᾷκας τοῖς μὲν καταπολεμηθεῖσι βαρβάροις προσέταξε δεκάτας τελεῖν τοῖς Μακεδόσιν, αὐτὸς δʼ ἐν τοῖς ἐπικαίροις τόποις κτίσας ἀξιολόγους πόλεις ἔπαυσε τοῦ θράσους τοὺς Θρᾷκας. διόπερ αἱ τῶν Ἑλλήνων πόλεις ἀπολυθεῖσαι τῶν φόβων εἰς τὴν συμμαχίαν τοῦ Φιλίππου προθυμότατα κατετάχθησαν.
τῶν δὲ συγγραφέων Θεόπομπος ὁ Χῖος ἐν τῇ τῶν Φιλιππικῶν ἱστορίᾳ κατέταξε τρεῖς βύβλους περιεχούσας Σικελικὰς πράξεις· ἀρξάμενος δὲ ἀπὸ τῆς Διονυσίου τοῦ πρεσβυτέρου τυραννίδος διῆλθε χρόνον ἐτῶν πεντήκοντα καὶ κατέστρεψεν εἰς τὴν ἔκπτωσιν Διονυσίου τοῦ νεωτέρου. εἰσὶ δὲ αἱ βύβλοι τρεῖς, ἀπὸ τῆς μιᾶς τεσσαρακοστῆς ἄχρι τῆς τρίτης καὶ τεσσαρακοστῆς.