Historical Library

Diodorus Siculus

Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).

οἱ μὲν οὖν τῆς ἱεροσυλίας μετασχόντες τοῦτον τὸν τρόπον ὑπὸ τοῦ δαιμονίου τιμωρίας ἠξιώθησαν. αἱ δʼ ἐπισημόταται πόλεις κοινωνήσασαι τῆς παρανομίας ὕστερον ὑπʼ Ἀντιπάτρου καταπολεμηθεῖσαι τὴν ἡγεμονίαν ἅμα καὶ τὴν ἐλευθερίαν ἀπέβαλον.

αἱ δὲ τῶν ἐν Φωκεῦσιν ἡγεμόνων γυναῖκες περιθέμεναι τοὺς χρυσοῦς ἐκ Δελφῶν ὅρμους οἰκείας τῆς ἀσεβείας τιμωρίας ἔτυχον· ἡ μὲν γὰρ τὸν τῆς Ἑλένης γεγενημένον φορέσασα εἰς ἑταιρικὴν αἰσχύνην ἐνέπεσε καὶ τὸ κάλλος προέβαλε τοῖς ἐξυβρίζειν προαιρουμένοις, ἡ δὲ τὸν τῆς Ἐριφύλης περιθεμένη τῆς οἰκίας ὑπὸ τοῦ πρεσβυτάτου τῶν υἱῶν ὑπὸ μανίας ἐμπυρισθείσης μετὰ ταύτης ζῶσα κατεφλέχθη. οἱ μὲν οὖν τοῦ δαιμονίου καταφρονεῖν τολμήσαντες τὸν εἰρημένον τρόπον ὑπὸ τῶν θεῶν τιμωρίας ἠξιώθησαν,

ὁ δὲ τῷ μαντείῳ βοηθήσας Φίλιππος ἀπὸ τούτων τῶν χρόνων ἀεὶ μᾶλλον αὐξόμενος τὸ τελευταῖον διὰ τὴν εἰς τὸ θεῖον εὐσέβειαν ἡγεμὼν ἀπεδείχθη τῆς Ἑλλάδος πάσης καὶ μεγίστην βασιλείαν τῶν κατὰ τὴν Εὐρώπην περιεποιήσατο. ἡμεῖς δὲ ἀρκούντως διεληλυθότες τὸν ἱερὸν πόλεμον ἐπάνιμεν ἐπὶ τὰς ἑτερογενεῖς πράξεις.

κατὰ γὰρ τὴν Σικελίαν Συρακόσιοι στασιάζοντες πρὸς ἀλλήλους καὶ τυραννίσι πολλαῖς καὶ ποικίλαις δουλεύειν ἀναγκαζόμενοι πρέσβεις ἐξέπεμψαν εἰς Κόρινθον, ἀξιοῦντες αὐτοῖς ἀποστεῖλαι στρατηγὸν τὸν ἐπιμελησόμενον τῆς πόλεως καὶ καταλύσοντα τὴν τῶν τυραννεῖν ἐπιβαλομένων πλεονεξίαν.

οἱ δὲ κρίνοντες δίκαιον εἶναι τοῖς ἀπογόνοις βοηθεῖν ἐψηφίσαντο πέμπειν στρατηγὸν Τιμολέοντα Τιμαινέτου, πρωτεύοντα τῶν πολιτῶν ἀνδρείᾳ τε καὶ συνέσει στρατηγικῇ καὶ καθόλου πάσαις ταῖς ἀρεταῖς κεκοσμημένον. ἴδιον δέ τι συνέβη περὶ τὸν ἄνδρα συμπεσεῖν, ὃ συνελάβετο αὐτῷ πρὸς τὴν τῆς στρατηγίας αἵρεσιν.