Historical Library
Diodorus Siculus
Diodorus of Sicily. Vols. 4-8 (partial). C. H. Oldfather, C. H.; Sherman, Charles L.; Welles, C. Bradford; editors. Cambridge, MA: Harvard University Press; London: William Heinemann, Ltd., 1946-1963 (printing).
ὁ δὲ τῆς πρώτης μερίδος ἀφηγούμενος Λακράτης ὁ Θηβαῖος ἐπὶ τὴν τοῦ Πηλουσίου πολιορκίαν ὥρμησεν· ἀποστρέψας δὲ τῆς διώρυγος τὸ ῥεῦμα πρὸς ἕτερα μέρη καὶ τὸν ἀναξηρανθέντα τόπον χώσας μηχανὰς προσήγαγε τῇ πόλει. ἐπὶ πολὺ δὲ μέρος πεσόντων τῶν τειχῶν οἱ τὸ Πηλούσιον φρουροῦντες ὀξέως ἀντῳκοδόμησαν ἕτερα καὶ πύργους ξυλίνους ἀξιολόγους ἀνέστησαν.
ἐπὶ δέ τινας ἡμέρας συνεχοῦς γινομένης τῆς τειχομαχίας τὸ μὲν πρῶτον οἱ κατὰ τὸ Πηλούσιον Ἕλληνες ἐρρωμένως ἠμύνοντο τοὺς πολιορκοῦντας· ὡς δʼ ἐπύθοντο τὴν τοῦ βασιλέως ἀναχώρησιν εἰς Μέμφινκαταπλαγέντες περὶ διαλύσεων ἐπρεσβεύοντο.
τοῦ δὲ Λακράτους δόντος αὐτοῖς διὰ τῶν ὅρκων πίστεις ὅτι παραδόντων αὐτῶν τὸ Πηλούσιον ἀποκομισθήσονται πάντες εἰς τὴν Ἑλλάδα μεθʼ ὧν ἂν ἐξενέγκωσι, παρέδωκαν τὸ φρούριον.
μετὰ δὲ ταῦτα ὁ μὲν Ἀρταξέρξης ἀπέστειλε Βαγώαν μετὰ στρατιωτῶν βαρβάρων παραληψόμενον τὸ Πηλούσιον· οἱ δὲ στρατιῶται παριόντες εἰς τὸ χωρίον τῶν ἐξιόντων Ἑλλήνων ἀφῃροῦντο πολλὰ τῶν ὑπʼ αὐτῶν ἐκκομιζομένων.
ἀγανακτούντων δὲ τῶν ἀδικουμένων καὶ θεοὺς τοὺς ἐπόπτας τῶν ὅρκων ἐπιβοωμένων παροξυνθεὶς ὁ Λακράτης τροπὴν ἐποίησε τῶν βαρβάρων καί τινας καταβαλὼν ἐπεκούρησε τοῖς παρασπονδουμένοις.
τοῦ δὲ Βαγώου φυγόντος πρὸς τὸν βασιλέα καὶ κατηγοροῦντος τοῦ Λακράτους ὁ Ἀρταξέρξης ἔκρινε δίκαια πεπονθέναι τοὺς περὶ τὸν Βαγώαν καὶ τῶν Περσῶν τοὺς αἰτίους τῆς ἁρπαγῆς ἀπέκτεινεν. τὸ μὲν οὖν Πηλούσιον τοῦτον τὸν τρόπον παρεδόθη τοῖς Πέρσαις.
Μέντωρ δὲ ὁ τοῦ τρίτου μέρους ἡγούμενος Βούβαστον καὶ πολλὰς ἄλλας πόλεις χειρωσάμενος ὑπηκόους ἐποίησε τῷ βασιλεῖ διʼ ἑνὸς στρατηγήματος. πασῶν γὰρ τῶν πόλεων φρουρουμένων ὑπὸ δυεῖν ἐθνῶν, Ἑλλήνων τε καὶ Αἰγυπτίων, ὁ Μέντωρ διέδωκε λόγον εἰς τοὺς στρατιώτας ὅτι βασιλεὺς Ἀρταξέρξης τοῖς μὲν ἑκουσίως παραδιδοῦσι τὰς πόλεις φιλανθρώπως χρήσασθαι διέγνωκε, τοῖς δὲ βίᾳ κρατηθεῖσι τὴν αὐτὴν ἀπονέμειν τιμωρίαν ἥνπερ τοῖς Σιδωνίοις ἐπέστησε· καὶ τοῖς φυλάττουσι τὰς πύλας παρήγγειλεν ἐᾶν τοὺς βουλομένους παρʼ αὐτῶν αὐτομολεῖν.